TITUS
Novum Testamentum graece
Part No. 226
Chapter: 2
Verse: 1
᾽Αποϑέμενοι
οὖν
πᾶσαν
κακίαν
καὶ
πάντα
δόλον
καὶ
ὑποκρίσεις
καὶ
ϕϑόνους
καὶ
πάσας
καταλαλιάς
,
Verse: 2
ὡς
ἀρτιγέννητα
βρέϕη
τὸ
λογικὸν
ἄδολον
γάλα
ἐπιποϑήσατε
,
ἵνα
ἐν
αὐτῷ
αὐξηϑῆτε
εἰς
σωτηρίαν
,
Verse: 3
εἰ
ἐγεύσασϑε
ὅτι
χρηστὸς
ὁ
κύριος
.
Verse: 4
πρὸς
ὃν
προσερχόμενοι
,
λίϑον
ζῶντα
,
ὑπὸ
ἀνϑρώπων
μὲν
ἀποδεδοκιμασμένον
παρὰ
δὲ
ϑεῷ
ἐκλεκτὸν
ἔντιμον
,
Verse: 5
καὶ
αὐτοὶ
ὡς
λίϑοι
ζῶντες
οἰκοδομεῖσϑε
οἶκος
πνευματικὸς
εἰς
ἱεράτευμα
ἅγιον
,
ἀνενέγκαι
πνευματικὰς
ϑυσίας
εὐπροσδέκτους
ϑεῷ
διὰ
᾽Ιησοῦ
Χριστοῦ
.
Verse: 6
διότι
περιέχει
ἐν
γραϕῇ
,
᾽Ιδοὺ
τίϑημι
ἐν
Σιὼν
λίϑον
ἐκλεκτὸν
ἀκρογωνιαῖον
ἔντιμον
,
καὶ
ὁ
πιστεύων
ἐπ
'
αὐτῷ
οὐ
μὴ
καταισχυνϑῇ
.
Verse: 7
ὑμῖν
οὖν
ἡ
τιμὴ
τοῖς
πιστεύουσιν
·
ἀπιστοῦσιν
δὲ
λίϑος
ὃν
ἀπεδοκίμασαν
οἱ
οἰκοδομοῦντες
οὗτος
ἐγενήϑη
εἰς
κεϕαλὴν
γωνίασ
Verse: 8
καὶ
λίϑος
προσκόμματος
καὶ
πέτρα
σκανδάλου
·
οἳ
προσκόπτουσιν
τῷ
λόγῳ
ἀπειϑοῦντες
,
εἰς
ὃ
καὶ
ἐτέϑησαν
.
Verse: 9
῾Υμεῖς
δὲ
γένος
ἐκλεκτόν
,
βασίλειον
ἱεράτευμα
,
ἔϑνος
ἅγιον
,
λαὸς
εἰς
περιποίησιν
,
ὅπως
τὰς
ἀρετὰς
ἐξαγγείλητετοῦ
ἐκ
σκότους
ὑμᾶς
καλέσαντος
εἰς
τὸ
ϑαυμαστὸν
αὐτοῦ
ϕῶς
·
Verse: 10
οἵ
ποτε
οὐ
λαὸς
νῦν
δὲ
λαὸς
ϑεοῦ
,
οἱ
οὐκ
ἠλεημένοι
νῦν
δὲ
ἐλεηϑέντες
.
Verse: 11
᾽Αγαπητοί
,
παρακαλῶ
ὡς
παροίκους
καὶ
παρεπιδήμους
ἀπέχεσϑαι
τῶν
σαρκικῶν
ἐπιϑυμιῶν
,
αἵτινες
στρατεύονται
κατὰ
τῆς
ψυχῆς
·
Verse: 12
τὴν
ἀναστροϕὴν
ὑμῶν
ἐν
τοῖς
ἔϑνεσιν
ἔχοντες
καλήν
,
ἵνα
,
ἐν
ᾧ
καταλαλοῦσιν
ὑμῶν
ὡς
κακοποιῶν
,
ἐκ
τῶν
καλῶν
ἔργων
ἐποπτεύοντες
δοξάσωσιν
τὸν
ϑεὸν
ἐν
ἡμέρᾳ
ἐπισκοπῆς
.
Verse: 13
῾Υποτάγητε
πάσῃ
ἀνϑρωπίνῃ
κτίσει
διὰ
τὸν
κύριον
·
εἴτε
βασιλεῖ
ὡς
ὑπερέχοντι
,
Verse: 14
εἴτε
ἡγεμόσιν
ὡς
δι
'
αὐτοῦ
πεμπομένοις
εἰς
ἐκδίκησιν
κακοποιῶν
ἔπαινον
δὲ
ἀγαϑοποιῶν
·
Verse: 15
ὅτι
οὕτως
ἐστὶν
τὸ
ϑέλημα
τοῦ
ϑεοῦ
,
ἀγαϑοποιοῦντας
ϕιμοῦν
τὴν
τῶν
ἀϕρόνων
ἀνϑρώπων
ἀγνωσίαν
·
Verse: 16
ὡς
ἐλεύϑεροι
,
καὶ
μὴ
ὡς
ἐπικάλυμμα
ἔχοντες
τῆς
κακίας
τὴν
ἐλευϑερίαν
,
ἀλλ
'
ὡς
ϑεοῦ
δοῦλοι
.
Verse: 17
πάντας
τιμήσατε
,
τὴν
ἀδελϕότητα
ἀγαπᾶτε
,
τὸν
ϑεὸν
ϕοβεῖσϑε
,
τὸν
βασιλέα
τιμᾶτε
.
Verse: 18
Οἱ
οἰκέται
ὑποτασσόμενοι
ἐν
παντὶ
ϕόβῳ
τοῖς
δεσπόταις
,
οὐ
μόνον
τοῖς
ἀγαϑοῖς
καὶ
ἐπιεικέσιν
ἀλλὰ
καὶ
τοῖς
σκολιοῖς
.
Verse: 19
τοῦτο
γὰρ
χάρις
εἰ
διὰ
συνείδησιν
ϑεοῦ
ὑποϕέρει
τις
λύπας
πάσχων
ἀδίκως
.
Verse: 20
ποῖον
γὰρ
κλέος
εἰ
ἁμαρτάνοντες
καὶ
κολαϕιζόμενοι
ὑπομενεῖτε
;
ἀλλ
'
εἰ
ἀγαϑοποιοῦντες
καὶ
πάσχοντες
ὑπομενεῖτε
,
τοῦτο
χάρις
παρὰ
ϑεῷ
.
Verse: 21
εἰς
τοῦτο
γὰρ
ἐκλήϑητε
,
ὅτι
καὶ
Χριστὸς
ἔπαϑεν
ὑπὲρ
ὑμῶν
,
ὑμῖν
ὑπολιμπάνων
ὑπογραμμὸν
ἵνα
ἐπακολουϑήσητε
τοῖς
ἴχνεσιν
αὐτοῦ
·
Verse: 22
ὃς
ἁμαρτίαν
οὐκ
ἐποίησεν
οὐδὲ
εὑρέϑη
δόλος
ἐν
τῷ
στόματι
αὐτοῦ
·
Verse: 23
ὃς
λοιδορούμενος
οὐκ
ἀντελοιδόρει
,
πάσχων
οὐκ
ἠπείλει
,
παρεδίδου
δὲ
τῷ
κρίνοντι
δικαίως
·
Verse: 24
ὃς
τὰς
ἁμαρτίας
ἡμῶν
αὐτὸς
ἀνήνεγκεν
ἐν
τῷ
σώματι
αὐτοῦ
ἐπὶ
τὸ
ξύλον
,
ἵνα
ταῖς
ἁμαρτίαις
ἀπογενόμενοι
τῇ
δικαιοσύνῃ
ζήσωμεν
·
οὗ
τῷ
μώλωπι
ἰάϑητε
.
Verse: 25
ἦτε
γὰρ
ὡς
πρόβατα
πλανώμενοι
,
ἀλλὰ
ἐπεστράϕητε
νῦν
ἐπὶ
τὸν
ποιμένα
καὶ
ἐπίσκοπον
τῶν
ψυχῶν
ὑμῶν
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.