TITUS
Novum Testamentum graece
Part No. 229
Previous part

Chapter: 5 
Verse: 1    Πρεσβυτέρους οὖν ἐν ὑμῖν παρακαλῶ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παϑημάτων, καὶ τῆς μελλούσης ἀποκαλύπτεσϑαι δόξης κοινωνός·
Verse: 2    
ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ ϑεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ ϑεόν, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προϑύμως,
Verse: 3    
μηδ' ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου·
Verse: 4    
καὶ ϕανερωϑέντος τοῦ ἀρχιποίμενος κομιεῖσϑε τὸν ἀμαράντινον τῆς δόξης στέϕανον.
Verse: 5    
῾Ομοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ ἀλλήλοις τὴν ταπεινοϕροσύνην ἐγκομβώσασϑε, ὅτι ῾Ο ϑεὸς ὑπερηϕάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
Verse: 6    
Ταπεινώϑητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ ϑεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,
Verse: 7    
πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ' αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.
Verse: 8    
Νήψατε, γρηγορήσατε. ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν [τινα] καταπιεῖν·
Verse: 9    
ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παϑημάτων τῇ ἐν [τῷ] κόσμῳ ὑμῶν ἀδελϕότητι ἐπιτελεῖσϑαι.
Verse: 10    
῾Ο δὲ ϑεὸς πάσης χάριτος, καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ, ὀλίγον παϑόντας αὐτὸς καταρτίσει, στηρίξει, σϑενώσει, ϑεμελιώσει.
Verse: 11    
αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.
Verse: 12    
Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελϕοῦ, ὡς λογίζομαι, δι' ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληϑῆ χάριν τοῦ ϑεοῦ· εἰς ἣν στῆτε.
Verse: 13    
᾽Ασπάζεται ὑμᾶς ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος υἱός μου.
Verse: 14    
ἀσπάσασϑε ἀλλήλους ἐν ϕιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.