TITUS
Novum Testamentum graece
Part No. 190
Previous part

Book: 2.Thess. 
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β

Epistola beati Pauli apostoli ad Thessalonicenses secunda




Chapter: 1 
Verse: 1    Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόϑεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν ϑεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ ᾽Ιησοῦ Χριστῷ·
Verse: 2    
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ϑεοῦ πατρὸς καὶ κυρίου ᾽Ιησοῦ Χριστοῦ.
Verse: 3    
Εὐχαριστεῖν ὀϕείλομεν τῷ ϑεῷ πάντοτε περὶ ὑμῶν, ἀδελϕοί, καϑὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει πίστις ὑμῶν καὶ πλεονάζει ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους,
Verse: 4    
ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐγκαυχᾶσϑαι ἐν ταῖς ἐκκλησίαις τοῦ ϑεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς ϑλίψεσιν αἷς ἀνέχεσϑε,
Verse: 5    
ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ ϑεοῦ, εἰς τὸ καταξιωϑῆναι ὑμᾶς τῆς βασιλείας τοῦ ϑεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε,
Verse: 6    
εἴπερ δίκαιον παρὰ ϑεῷ ἀνταποδοῦναι τοῖς ϑλίβουσιν ὑμᾶς ϑλῖψιν
Verse: 7    
καὶ ὑμῖν τοῖς ϑλιβομένοις ἄνεσιν μεϑ' ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου ᾽Ιησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ
Verse: 8    
ἐν πυρὶ ϕλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν ϑεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ,
Verse: 9    
οἵτινες δίκην τίσουσιν ὄλεϑρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ,
Verse: 10    
ὅταν ἔλϑῃ ἐνδοξασϑῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ ϑαυμασϑῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύϑη τὸ μαρτύριον ἡμῶν ἐϕ' ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Verse: 11    
εἰς καὶ προσευχόμεϑα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ϑεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαϑωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει,
Verse: 12    
ὅπως ἐνδοξασϑῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ ϑεοῦ ἡμῶν καὶ κυρίου ᾽Ιησοῦ Χριστοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.