TITUS
Novum Testamentum graece
Part No. 189
Chapter: 5
Verse: 1
Περὶ
δὲ
τῶν
χρόνων
καὶ
τῶν
καιρῶν
,
ἀδελϕοί
,
οὐ
χρείαν
ἔχετε
ὑμῖν
γράϕεσϑαι
,
Verse: 2
αὐτοὶ
γὰρ
ἀκριβῶς
οἴδατε
ὅτι
ἡμέρα
κυρίου
ὡς
κλέπτης
ἐν
νυκτὶ
οὕτως
ἔρχεται
.
Verse: 3
ὅταν
λέγωσιν
,
Εἰρήνη
καὶ
ἀσϕάλεια
,
τότε
αἰϕνίδιος
αὐτοῖς
ἐϕίσταται
ὄλεϑρος
ὥσπερ
ἡ
ὠδὶν
τῇ
ἐν
γαστρὶ
ἐχούσῃ
,
καὶ
οὐ
μὴ
ἐκϕύγωσιν
.
Verse: 4
ὑμεῖς
δέ
,
ἀδελϕοί
,
οὐκ
ἐστὲ
ἐν
σκότει
,
ἵνα
ἡ
ἡμέρα
ὑμᾶς
ὡς
κλέπτης
καταλάβῃ
,
Verse: 5
πάντες
γὰρ
ὑμεῖς
υἱοὶ
ϕωτός
ἐστε
καὶ
υἱοὶ
ἡμέρας
.
οὐκ
ἐσμὲν
νυκτὸς
οὐδὲ
σκότους
·
Verse: 6
ἄρα
οὖν
μὴ
καϑεύδωμεν
ὡς
οἱ
λοιποί
,
ἀλλὰ
γρηγορῶμεν
καὶ
νήϕωμεν
.
Verse: 7
οἱ
γὰρ
καϑεύδοντες
νυκτὸς
καϑεύδουσιν
,
καὶ
οἱ
μεϑυσκόμενοι
νυκτὸς
μεϑύουσιν
·
Verse: 8
ἡμεῖς
δὲ
ἡμέρας
ὄντες
νήϕωμεν
,
ἐνδυσάμενοι
ϑώρακαπίστεως
καὶ
ἀγάπης
καὶ
περικεϕαλαίαν
ἐλπίδα
σωτηρίας
·
Verse: 9
ὅτι
οὐκ
ἔϑετο
ἡμᾶς
ὁ
ϑεὸς
εἰς
ὀργὴν
ἀλλὰ
εἰς
περιποίησιν
σωτηρίας
διὰ
τοῦ
κυρίου
ἡμῶν
᾽Ιησοῦ
Χριστοῦ
,
Verse: 10
τοῦ
ἀποϑανόντος
ὑπὲρ
ἡμῶν
ἵνα
εἴτε
γρηγορῶμεν
εἴτε
καϑεύδωμεν
ἅμα
σὺν
αὐτῷ
ζήσωμεν
.
Verse: 11
Διὸ
παρακαλεῖτε
ἀλλήλους
καὶ
οἰκοδομεῖτε
εἷς
τὸν
ἕνα
,
καϑὼς
καὶ
ποιεῖτε
.
Verse: 12
᾽Ερωτῶμεν
δὲ
ὑμᾶς
,
ἀδελϕοί
,
εἰδέναι
τοὺς
κοπιῶντας
ἐν
ὑμῖν
καὶ
προϊσταμένους
ὑμῶν
ἐν
κυρίῳ
καὶ
νουϑετοῦντας
ὑμᾶς
,
Verse: 13
καὶ
ἡγεῖσϑαι
αὐτοὺς
ὑπερεκπερισσοῦ
ἐν
ἀγάπῃ
διὰ
τὸ
ἔργον
αὐτῶν
.
εἰρηνεύετε
ἐν
ἑαυτοῖς
.
Verse: 14
παρακαλοῦμεν
δὲ
ὑμᾶς
,
ἀδελϕοί
,
νουϑετεῖτε
τοὺς
ἀτάκτους
,
παραμυϑεῖσϑε
τοὺς
ὀλιγοψύχους
,
ἀντέχεσϑε
τῶν
ἀσϑενῶν
,
μακροϑυμεῖτε
πρὸς
πάντας
.
Verse: 15
ὁρᾶτε
μή
τις
κακὸν
ἀντὶ
κακοῦ
τινι
ἀποδῷ
,
ἀλλὰ
πάντοτε
τὸ
ἀγαϑὸν
διώκετε
εἰς
ἀλλήλους
καὶ
εἰς
πάντας
.
Verse: 16
Πάντοτε
χαίρετε
,
Verse: 17
ἀδιαλείπτως
προσεύχεσϑε
,
Verse: 18
ἐν
παντὶ
εὐχαριστεῖτε
·
τοῦτο
γὰρ
ϑέλημα
ϑεοῦ
ἐν
Χριστῷ
᾽Ιησοῦ
εἰς
ὑμᾶς
.
Verse: 19
τὸ
πνεῦμα
μὴ
σβέννυτε
,
Verse: 20
προϕητείας
μὴ
ἐξουϑενεῖτε
·
Verse: 21
πάντα
δὲ
δοκιμάζετε
,
τὸ
καλὸν
κατέχετε
,
Verse: 22
ἀπὸ
παντὸς
εἴδους
πονηροῦ
ἀπέχεσϑε
.
Verse: 23
Αὐτὸς
δὲ
ὁ
ϑεὸς
τῆς
εἰρήνης
ἁγιάσαι
ὑμᾶς
ὁλοτελεῖς
,
καὶ
ὁλόκληρον
ὑμῶν
τὸ
πνεῦμα
καὶ
ἡ
ψυχὴ
καὶ
τὸ
σῶμα
ἀμέμπτως
ἐν
τῇ
παρουσίᾳ
τοῦ
κυρίου
ἡμῶν
᾽Ιησοῦ
Χριστοῦ
τηρηϑείη
.
Verse: 24
πιστὸς
ὁ
καλῶν
ὑμᾶς
,
ὃς
καὶ
ποιήσει
.
Verse: 25
᾽Αδελϕοί
,
προσεύχεσϑε
καὶ
περὶ
ἡμῶν
.
Verse: 26
᾽Ασπάσασϑε
τοὺς
ἀδελϕοὺς
πάντας
ἐν
ϕιλήματι
ἁγίῳ
.
Verse: 27
᾽Ενορκίζω
ὑμᾶς
τὸν
κύριον
ἀναγνωσϑῆναι
τὴν
ἐπιστολὴν
πᾶσιν
τοῖς
ἀδελϕοῖς
.
Verse: 28
῾Η
χάρις
τοῦ
κυρίου
ἡμῶν
᾽Ιησοῦ
Χριστοῦ
μεϑ
'
ὑμῶν
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.