TITUS
Novum Testamentum graece
Part No. 111
Previous part

Chapter: 20 
Verse: 1    Μετὰ δὲ τὸ παύσασϑαι τὸν ϑόρυβον μεταπεμψάμενος Παῦλος τοὺς μαϑητὰς καὶ παρακαλέσας, ἀσπασάμενος ἐξῆλϑεν πορεύεσϑαι εἰς Μακεδονίαν.
Verse: 2    
διελϑὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλϑεν εἰς τὴν ῾Ελλάδα,
Verse: 3    
ποιήσας τε μῆνας τρεῖς γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν ᾽Ιουδαίων μέλλοντι ἀνάγεσϑαι εἰς τὴν Συρίαν ἐγένετο γνώμης τοῦ ὑποστρέϕειν διὰ Μακεδονίας.
Verse: 4    
συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ ᾽Αρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόϑεος, ᾽Ασιανοὶ δὲ Τυχικὸς καὶ Τρόϕιμος.
Verse: 5    
οὗτοι δὲ προελϑόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι·
Verse: 6    
ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλϑομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά.
Verse: 7    
᾽Εν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου.
Verse: 8    
ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι·
Verse: 9    
καϑεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς ϑυρίδος, καταϕερόμενος ὕπνῳ βαϑεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχϑεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρϑη νεκρός.
Verse: 10    
καταβὰς δὲ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν, Μὴ ϑορυβεῖσϑε, γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.
Verse: 11    
ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐϕ' ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς οὕτως ἐξῆλϑεν.
Verse: 12    
ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήϑησαν οὐ μετρίως.
Verse: 13    
῾Ημεῖς δὲ προελϑόντες ἐπὶ τὸ πλοῖον ἀνήχϑημεν ἐπὶ τὴν ῏Ασσον, ἐκεῖϑεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν.
Verse: 14    
ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν ῏Ασσον, ἀναλαβόντες αὐτὸν ἤλϑομεν εἰς Μιτυλήνην,
Verse: 15    
κἀκεῖϑεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, τῇ δὲ ἐχομένῃ ἤλϑομεν εἰς Μίλητον·
Verse: 16    
κεκρίκει γὰρ Παῦλος παραπλεῦσαι τὴν ῎Εϕεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ ᾽Ασίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσϑαι εἰς ῾Ιεροσόλυμα.
Verse: 17    
᾽Απὸ δὲ τῆς Μιλήτου πέμψας εἰς ῎Εϕεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
Verse: 18    
ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς, ῾Υμεῖς ἐπίστασϑε ἀπὸ πρώτης ἡμέρας ἀϕ' ἧς ἐπέβην εἰς τὴν ᾽Ασίαν πῶς μεϑ' ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
Verse: 19    
δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοϕροσύνης καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν ᾽Ιουδαίων·
Verse: 20    
ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμϕερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ' οἴκους,
Verse: 21    
διαμαρτυρόμενος ᾽Ιουδαίοις τε καὶ ῞Ελλησιν τὴν εἰς ϑεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν κύριον ἡμῶν ᾽Ιησοῦν.
Verse: 22    
καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ πνεύματι πορεύομαι εἰς ᾽Ιερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς,
Verse: 23    
πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ ϑλίψεις με μένουσιν.
Verse: 24    
ἀλλ' οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ ὡς τελειώσω τὸν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου ᾽Ιησοῦ, διαμαρτύρασϑαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ ϑεοῦ.
Verse: 25    
Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσϑε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλϑον κηρύσσων τὴν βασιλείαν·
Verse: 26    
διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καϑαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων,
Verse: 27    
οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ ϑεοῦ ὑμῖν.
Verse: 28    
προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔϑετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ ϑεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.
Verse: 29    
ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄϕιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ ϕειδόμενοι τοῦ ποιμνίου,
Verse: 30    
καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαϑητὰς ὀπίσω αὐτῶν.
Verse: 31    
διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουϑετῶν ἕνα ἕκαστον.
Verse: 32    
καὶ τὰ νῦν παρατίϑεμαι ὑμᾶς τῷ ϑεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
Verse: 33    
ἀργυρίου χρυσίου ἱματισμοῦ οὐδενὸς ἐπεϑύμησα·
Verse: 34    
αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
Verse: 35    
πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσϑαι τῶν ἀσϑενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου ᾽Ιησοῦ ὅτι αὐτὸς εἶπεν, Μακάριόν ἐστιν μᾶλλον διδόναι λαμβάνειν.
Verse: 36    
Καὶ ταῦτα εἰπὼν ϑεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
Verse: 37    
ἱκανὸς δὲ κλαυϑμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεϕίλουν αὐτόν,
Verse: 38    
ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ ϑεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.