TITUS
Novum Testamentum graece
Part No. 110
Previous part

Chapter: 19 
Verse: 1    ᾽Εγένετο δὲ ἐν τῷ τὸν ᾽Απολλῶ εἶναι ἐν Κορίνϑῳ Παῦλον διελϑόντα τὰ ἀνωτερικὰ μέρη ἐλϑεῖν εἰς ῎Εϕεσον καὶ εὑρεῖν τινας μαϑητάς,
Verse: 2    
εἶπέν τε πρὸς αὐτούς, Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτόν, ᾽Αλλ' οὐδ' εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν.
Verse: 3    
δὲ εἶπεν, Εἰς τί οὖν ἐβαπτίσϑητε; οἱ δὲ εἶπαν, Εἰς τὸ ᾽Ιωάννου βάπτισμα.
Verse: 4    
εἶπεν δὲ Παῦλος, ᾽Ιωάννης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ' ἔστιν εἰς τὸν ᾽Ιησοῦν.
Verse: 5    
ἀκούσαντες δὲ ἐβαπτίσϑησαν εἰς τὸ ὄνομα τοῦ κυρίου ᾽Ιησοῦ·
Verse: 6    
καὶ ἐπιϑέντος αὐτοῖς τοῦ Παύλου χεῖρας ἦλϑε τὸ πνεῦμα τὸ ἅγιον ἐπ' αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροϕήτευον.
Verse: 7    
ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα.
Verse: 8    
Εἰσελϑὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείϑων περὶ τῆς βασιλείας τοῦ ϑεοῦ.
Verse: 9    
ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείϑουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήϑους, ἀποστὰς ἀπ' αὐτῶν ἀϕώρισεν τοὺς μαϑητάς, καϑ' ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου.
Verse: 10    
τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν ᾽Ασίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου, ᾽Ιουδαίους τε καὶ ῞Ελληνας.
Verse: 11    
Δυνάμεις τε οὐ τὰς τυχούσας ϑεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου,
Verse: 12    
ὥστε καὶ ἐπὶ τοὺς ἀσϑενοῦντας ἀποϕέρεσϑαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια σιμικίνϑια καὶ ἀπαλλάσσεσϑαι ἀπ' αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσϑαι.
Verse: 13    
ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων ᾽Ιουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου ᾽Ιησοῦ λέγοντες, ῾Ορκίζω ὑμᾶς τὸν ᾽Ιησοῦν ὃν Παῦλος κηρύσσει.
Verse: 14    
ἦσαν δέ τινος Σκευᾶ ᾽Ιουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες.
Verse: 15    
ἀποκριϑὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς, Τὸν [μὲν] ᾽Ιησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ;
Verse: 16    
καὶ ἐϕαλόμενος ἄνϑρωπος ἐπ' αὐτοὺς ἐν ἦν τὸ πνεῦμα τὸ πονηρὸν κατακυριεύσας ἀμϕοτέρων ἴσχυσεν κατ' αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκϕυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
Verse: 17    
τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν ᾽Ιουδαίοις τε καὶ ῞Ελλησιν τοῖς κατοικοῦσιν τὴν ῎Εϕεσον, καὶ ἐπέπεσεν ϕόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου ᾽Ιησοῦ.
Verse: 18    
πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.
Verse: 19    
ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήϕισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.
Verse: 20    
Οὕτως κατὰ κράτος τοῦ κυρίου λόγος ηὔξανεν καὶ ἴσχυεν.
Verse: 21    
῾Ως δὲ ἐπληρώϑη ταῦτα, ἔϑετο Παῦλος ἐν τῷ πνεύματι διελϑὼν τὴν Μακεδονίαν καὶ ᾽Αχαίαν πορεύεσϑαι εἰς ῾Ιεροσόλυμα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσϑαι με ἐκεῖ δεῖ με καὶ ῾Ρώμην ἰδεῖν.
Verse: 22    
ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόϑεον καὶ ῎Εραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν ᾽Ασίαν.
Verse: 23    
᾽Εγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
Verse: 24    
Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς ᾽Αρτέμιδος παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν,
Verse: 25    
οὓς συναϑροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν, ῎Ανδρες, ἐπίστασϑε ὅτι ἐκ ταύτης τῆς ἐργασίας εὐπορία ἡμῖν ἐστιν,
Verse: 26    
καὶ ϑεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον ᾽Εϕέσου ἀλλὰ σχεδὸν πάσης τῆς ᾽Ασίας Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν ϑεοὶ οἱ διὰ χειρῶν γινόμενοι.
Verse: 27    
οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλϑεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης ϑεᾶς ᾽Αρτέμιδος ἱερὸν εἰς οὐϑὲν λογισϑῆναι, μέλλειν τε καὶ καϑαιρεῖσϑαι τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ᾽Ασία καὶ οἰκουμένη σέβεται.
Verse: 28    
᾽Ακούσαντες δὲ καὶ γενόμενοι πλήρεις ϑυμοῦ ἔκραζον λέγοντες, Μεγάλη ῎Αρτεμις ᾽Εϕεσίων.
Verse: 29    
καὶ ἐπλήσϑη πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοϑυμαδὸν εἰς τὸ ϑέατρον συναρπάσαντες Γάϊον καὶ ᾽Αρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
Verse: 30    
Παύλου δὲ βουλομένου εἰσελϑεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαϑηταί·
Verse: 31    
τινὲς δὲ καὶ τῶν ᾽Ασιαρχῶν, ὄντες αὐτῷ ϕίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ ϑέατρον.
Verse: 32    
ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύϑεισαν.
Verse: 33    
ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν ᾽Αλέξανδρον, προβαλόντων αὐτὸν τῶν ᾽Ιουδαίων· δὲ ᾽Αλέξανδρος κατασείσας τὴν χεῖρα ἤϑελεν ἀπολογεῖσϑαι τῷ δήμῳ.
Verse: 34    
ἐπιγνόντες δὲ ὅτι ᾽Ιουδαῖός ἐστιν ϕωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων, Μεγάλη ῎Αρτεμις ᾽Εϕεσίων.
Verse: 35    
καταστείλας δὲ γραμματεὺς τὸν ὄχλον ϕησίν, ῎Ανδρες ᾽Εϕέσιοι, τίς γάρ ἐστιν ἀνϑρώπων ὃς οὐ γινώσκει τὴν ᾽Εϕεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης ᾽Αρτέμιδος καὶ τοῦ διοπετοῦς;
Verse: 36    
ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν.
Verse: 37    
ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασϕημοῦντας τὴν ϑεὸν ἡμῶν.
Verse: 38    
εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνϑύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις.
Verse: 39    
εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυϑήσεται.
Verse: 40    
καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσϑαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ [οὐ] δυνησόμεϑα ἀποδοῦναι λόγον περὶ τῆς συστροϕῆς ταύτης. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.