TITUS
Novum Testamentum graece
Part No. 112
Previous part

Chapter: 21 
Verse: 1    ῾Ως δὲ ἐγένετο ἀναχϑῆναι ἡμᾶς ἀποσπασϑέντας ἀπ' αὐτῶν, εὐϑυδρομήσαντες ἤλϑομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν ῾Ρόδον, κἀκεῖϑεν εἰς Πάταρα·
Verse: 2    
καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχϑημεν.
Verse: 3    
ἀναϕάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ κατήλϑομεν εἰς Τύρον, ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποϕορτιζόμενον τὸν γόμον.
Verse: 4    
ἀνευρόντες δὲ τοὺς μαϑητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος μὴ ἐπιβαίνειν εἰς ῾Ιεροσόλυμα.
Verse: 5    
ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελϑόντες ἐπορευόμεϑα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ ϑέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσευξάμενοι
Verse: 6    
ἀπησπασάμεϑα ἀλλήλους, καὶ ἐνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
Verse: 7    
῾Ημεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαίδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελϕοὺς ἐμείναμεν ἡμέραν μίαν παρ' αὐτοῖς.
Verse: 8    
τῇ δὲ ἐπαύριον ἐξελϑόντες ἤλϑομεν εἰς Καισάρειαν, καὶ εἰσελϑόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρ' αὐτῷ.
Verse: 9    
τούτῳ δὲ ἦσαν ϑυγατέρες τέσσαρες παρϑένοι προϕητεύουσαι.
Verse: 10    
ἐπιμενόντων δὲ ἡμέρας πλείους κατῆλϑέν τις ἀπὸ τῆς ᾽Ιουδαίας προϕήτης ὀνόματι ῞Αγαβος,
Verse: 11    
καὶ ἐλϑὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν, Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, Τὸν ἄνδρα οὗ ἐστιν ζώνη αὕτη οὕτως δήσουσιν ἐν ᾽Ιερουσαλὴμ οἱ ᾽Ιουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐϑνῶν.
Verse: 12    
ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς ᾽Ιερουσαλήμ.
Verse: 13    
τότε ἀπεκρίϑη Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνϑρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεϑῆναι ἀλλὰ καὶ ἀποϑανεῖν εἰς ᾽Ιερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ᾽Ιησοῦ.
Verse: 14    
μὴ πειϑομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες, Τοῦ κυρίου τὸ ϑέλημα γινέσϑω.
Verse: 15    
Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς ῾Ιεροσόλυμα·
Verse: 16    
συνῆλϑον δὲ καὶ τῶν μαϑητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ' ξενισϑῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαϑητῇ.
Verse: 17    
Γενομένων δὲ ἡμῶν εἰς ῾Ιεροσόλυμα ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελϕοί.
Verse: 18    
τῇ δὲ ἐπιούσῃ εἰσῄει Παῦλος σὺν ἡμῖν πρὸς ᾽Ιάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.
Verse: 19    
καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καϑ' ἓν ἕκαστον ὧν ἐποίησεν ϑεὸς ἐν τοῖς ἔϑνεσιν διὰ τῆς διακονίας αὐτοῦ.
Verse: 20    
οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν ϑεόν, εἶπάν τε αὐτῷ, Θεωρεῖς, ἀδελϕέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς ᾽Ιουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν·
Verse: 21    
κατηχήϑησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔϑνη πάντας ᾽Ιουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔϑεσιν περιπατεῖν.
Verse: 22    
τί οὖν ἐστιν; πάντως ἀκούσονται ὅτι ἐλήλυϑας.
Verse: 23    
τοῦτο οὖν ποίησον σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐϕ' ἑαυτῶν.
Verse: 24    
τούτους παραλαβὼν ἁγνίσϑητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ' αὐτοῖς ἵνα ξυρήσονται τὴν κεϕαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς ϕυλάσσων τὸν νόμον.
Verse: 25    
περὶ δὲ τῶν πεπιστευκότων ἐϑνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες ϕυλάσσεσϑαι αὐτοὺς τό τε εἰδωλόϑυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.
Verse: 26    
τότε Παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισϑεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ ἕως οὗ προσηνέχϑη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν προσϕορά.
Verse: 27    
῾Ως δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσϑαι, οἱ ἀπὸ τῆς ᾽Ασίας ᾽Ιουδαῖοι ϑεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας,
Verse: 28    
κράζοντες, ῎Ανδρες ᾽Ισραηλῖται, βοηϑεῖτε· οὗτός ἐστιν ἄνϑρωπος κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ ῞Ελληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.
Verse: 29    
ἦσαν γὰρ προεωρακότες Τρόϕιμον τὸν ᾽Εϕέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν Παῦλος.
Verse: 30    
ἐκινήϑη τε πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐϑέως ἐκλείσϑησαν αἱ ϑύραι.
Verse: 31    
ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέβη ϕάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγχύννεται ᾽Ιερουσαλήμ,
Verse: 32    
ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ' αὐτούς· οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
Verse: 33    
τότε ἐγγίσας χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσεν δεϑῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνϑάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς.
Verse: 34    
ἄλλοι δὲ ἄλλο τι ἐπεϕώνουν ἐν τῷ ὄχλῳ· μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσϕαλὲς διὰ τὸν ϑόρυβον ἐκέλευσεν ἄγεσϑαι αὐτὸν εἰς τὴν παρεμβολήν.
Verse: 35    
ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαϑμούς, συνέβη βαστάζεσϑαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου,
Verse: 36    
ἠκολούϑει γὰρ τὸ πλῆϑος τοῦ λαοῦ κράζοντες, Αἶρε αὐτόν.
Verse: 37    
Μέλλων τε εἰσάγεσϑαι εἰς τὴν παρεμβολὴν Παῦλος λέγει τῷ χιλιάρχῳ, Εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ; δὲ ἔϕη, ῾Ελληνιστὶ γινώσκεις;
Verse: 38    
οὐκ ἄρα σὺ εἶ Αἰγύπτιος πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;
Verse: 39    
εἶπεν δὲ Παῦλος, ᾽Εγὼ ἄνϑρωπος μέν εἰμι ᾽Ιουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.
Verse: 40    
ἐπιτρέψαντος δὲ αὐτοῦ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαϑμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης προσεϕώνησεν τῇ ῾Εβραίδι διαλέκτῳ λέγων,

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.