TITUS
Novum Testamentum graece
Part No. 57
Previous part

Chapter: 13 
Verse: 1    Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν ϑυσιῶν αὐτῶν.
Verse: 2    
καὶ ἀποκριϑεὶς εἶπεν αὐτοῖς, Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ταῦτα πεπόνϑασιν;
Verse: 3    
οὐχί, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσϑε.
Verse: 4    
ἐκεῖνοι οἱ δέκα ὀκτὼ ἐϕ' οὓς ἔπεσεν πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀϕειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνϑρώπους τοὺς κατοικοῦντας ᾽Ιερουσαλήμ;
Verse: 5    
οὐχί, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοῆτε πάντες ὡσαύτως ἀπολεῖσϑε.
Verse: 6    
῎Ελεγεν δὲ ταύτην τὴν παραβολήν· Συκῆν εἶχέν τις πεϕυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλϑεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν.
Verse: 7    
εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν, ᾽Ιδοὺ τρία ἔτη ἀϕ' οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω. ἔκκοψον [οὖν] αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ;
Verse: 8    
δὲ ἀποκριϑεὶς λέγει αὐτῷ, Κύριε, ἄϕες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια·
Verse: 9    
κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον εἰ δὲ μήγε, ἐκκόψεις αὐτήν.
Verse: 10    
῏Ην δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν.
Verse: 11    
καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσϑενείας ἔτη δέκα ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
Verse: 12    
ἰδὼν δὲ αὐτὴν ᾽Ιησοῦς προσεϕώνησεν καὶ εἶπεν αὐτῇ, Γύναι, ἀπολέλυσαι τῆς ἀσϑενείας σου,
Verse: 13    
καὶ ἐπέϑηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρϑώϑη, καὶ ἐδόξαζεν τὸν ϑεόν.
Verse: 14    
ἀποκριϑεὶς δὲ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐϑεράπευσεν ᾽Ιησοῦς, ἔλεγεν τῷ ὄχλῳ ὅτι ῝Εξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσϑαι· ἐν αὐταῖς οὖν ἐρχόμενοι ϑεραπεύεσϑε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.
Verse: 15    
ἀπεκρίϑη δὲ αὐτῷ κύριος καὶ εἶπεν, ῾Υποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ τὸν ὄνον ἀπὸ τῆς ϕάτνης καὶ ἀπαγαγὼν ποτίζει;
Verse: 16    
ταύτην δὲ ϑυγατέρα ᾽Αβραὰμ οὖσαν, ἣν ἔδησεν Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυϑῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;
Verse: 17    
καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ' αὐτοῦ.
Verse: 18    
῎Ελεγεν οὖν, Τίνι ὁμοία ἐστὶν βασιλεία τοῦ ϑεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;
Verse: 19    
ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνϑρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
Verse: 20    
Καὶ πάλιν εἶπεν, Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ ϑεοῦ;
Verse: 21    
ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώϑη ὅλον.
Verse: 22    
Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς ῾Ιεροσόλυμα.
Verse: 23    
εἶπεν δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; δὲ εἶπεν πρὸς αὐτούς,
Verse: 24    
᾽Αγωνίζεσϑε εἰσελϑεῖν διὰ τῆς στενῆς ϑύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελϑεῖν καὶ οὐκ ἰσχύσουσιν.
Verse: 25    
ἀϕ' οὗ ἂν ἐγερϑῇ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν ϑύραν, καὶ ἄρξησϑε ἔξω ἑστάναι καὶ κρούειν τὴν ϑύραν λέγοντες, Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριϑεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς πόϑεν ἐστέ.
Verse: 26    
τότε ἄρξεσϑε λέγειν, ᾽Εϕάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας·
Verse: 27    
καὶ ἐρεῖ λέγων ὑμῖν, Οὐκ οἶδα [ὑμᾶς] πόϑεν ἐστέ· ἀπόστητε ἀπ' ἐμοῦ, πάντες ἐργάται ἀδικίας.
Verse: 28    
ἐκεῖ ἔσται κλαυϑμὸς καὶ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψεσϑε ᾽Αβραὰμ καὶ ᾽Ισαὰκ καὶ ᾽Ιακὼβ καὶ πάντας τοὺς προϕήτας ἐν τῇ βασιλείᾳ τοῦ ϑεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.
Verse: 29    
καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιϑήσονται ἐν τῇ βασιλείᾳ τοῦ ϑεοῦ.
Verse: 30    
καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.
Verse: 31    
᾽Εν αὐτῇ τῇ ὥρᾳ προσῆλϑάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ, ῎Εξελϑε καὶ πορεύου ἐντεῦϑεν, ὅτι ῾Ηρῴδης ϑέλει σε ἀποκτεῖναι.
Verse: 32    
καὶ εἶπεν αὐτοῖς, Πορευϑέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, ᾽Ιδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.
Verse: 33    
πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσϑαι, ὅτι οὐκ ἐνδέχεται προϕήτην ἀπολέσϑαι ἔξω ᾽Ιερουσαλήμ.
Verse: 34    
᾽Ιερουσαλὴμ ᾽Ιερουσαλήμ, ἀποκτείνουσα τοὺς προϕήτας καὶ λιϑοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠϑέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠϑελήσατε.
Verse: 35    
ἰδοὺ ἀϕίεται ὑμῖν οἶκος ὑμῶν.λέγω [δὲ] ὑμῖν, οὐ μὴ ἴδητέ με ἕως [ἥξει ὅτε] εἴπητε, Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.