TITUS
Novum Testamentum graece
Part No. 55
Previous part

Chapter: 11 
Verse: 1    Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαϑητῶν αὐτοῦ πρὸς αὐτόν, Κύριε, δίδαξον ἡμᾶς προσεύχεσϑαι, καϑὼς καὶ ᾽Ιωάννης ἐδίδαξεν τοὺς μαϑητὰς αὐτοῦ.
Verse: 2    
εἶπεν δὲ αὐτοῖς, ῞Οταν προσεύχησϑε, λέγετε, Πάτερ, ἁγιασϑήτω τὸ ὄνομά σου· ἐλϑέτω βασιλεία σου
Verse: 3    
τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καϑ' ἡμέραν·
Verse: 4    
καὶ ἄϕες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀϕίομεν παντὶ ὀϕείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν.
Verse: 5    
Καὶ εἶπεν πρὸς αὐτούς, Τίς ἐξ ὑμῶν ἕξει ϕίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ, Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,
Verse: 6    
ἐπειδὴ ϕίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω παραϑήσω αὐτῷ·
Verse: 7    
κἀκεῖνος ἔσωϑεν ἀποκριϑεὶς εἴπῃ, Μή μοι κόπους πάρεχε· ἤδη ϑύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ' ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι.
Verse: 8    
λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι ϕίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερϑεὶς δώσει αὐτῷ ὅσων χρῄζει.
Verse: 9    
κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοϑήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
Verse: 10    
πᾶς γὰρ αἰτῶν λαμβάνει, καὶ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοίγεται.
Verse: 11    
τίνα δὲ ἐξ ὑμῶν αἰτήσει τὸν πατέρα υἱὸς ἰχϑύν, καὶ ἀντὶ ἰχϑύος ὄϕιν αὐτῷ ἐπιδώσει;
Verse: 12    
καὶ αἰτήσει ᾠόν, ἐπιδώσει αὐτῷ σκορπίον;
Verse: 13    
εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαϑὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον πατὴρ [ὁ] ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.
Verse: 14    
Καὶ ἦν ἐκβάλλων δαιμόνιον[, καὶ αὐτὸ αὐτὸ ἦν] κωϕόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελϑόντος ἐλάλησεν κωϕός. καὶ ἐϑαύμασαν οἱ ὄχλοι·
Verse: 15    
τινὲς δὲ ἐξ αὐτῶν εἶπαν, ᾽Εν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια·
Verse: 16    
ἕτεροι δὲ πειράζοντες σημεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρ' αὐτοῦ.
Verse: 17    
αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία ἐϕ' ἑαυτὴν διαμερισϑεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει.
Verse: 18    
εἰ δὲ καὶ Σατανᾶς ἐϕ' ἑαυτὸν διεμερίσϑη, πῶς σταϑήσεται βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια.
Verse: 19    
εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσονται.
Verse: 20    
εἰ δὲ ἐν δακτύλῳ ϑεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔϕϑασεν ἐϕ' ὑμᾶς βασιλεία τοῦ ϑεοῦ.
Verse: 21    
ὅταν ἰσχυρὸς καϑωπλισμένος ϕυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ·
Verse: 22    
ἐπὰν δὲ ἰσχυρότερος αὐτοῦ ἐπελϑὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐϕ' ἐπεποίϑει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.
Verse: 23    
μὴ ὢν μετ' ἐμοῦ κατ' ἐμοῦ ἐστιν, καὶ μὴ συνάγων μετ' ἐμοῦ σκορπίζει.
Verse: 24    
῞Οταν τὸ ἀκάϑαρτον πνεῦμα ἐξέλϑῃ ἀπὸ τοῦ ἀνϑρώπου, διέρχεται δι' ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκον λέγει, ῾Υποστρέψω εἰς τὸν οἶκόν μου ὅϑεν ἐξῆλϑον·
Verse: 25    
καὶ ἐλϑὸν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον.
Verse: 26    
τότε πορεύεται καὶ παραλαμβάνει ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά, καὶ εἰσελϑόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνϑρώπου ἐκείνου χείρονα τῶν πρώτων.
Verse: 27    
᾽Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις ϕωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, Μακαρία κοιλία βαστάσασά σε καὶ μαστοὶ οὓς ἐϑήλασας.
Verse: 28    
αὐτὸς δὲ εἶπεν, Μενοῦν μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ ϑεοῦ καὶ ϕυλάσσοντες.
Verse: 29    
Τῶν δὲ ὄχλων ἐπαϑροιζομένων ἤρξατο λέγειν, ῾Η γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν· σημεῖον ζητεῖ, καὶ σημεῖον οὐ δοϑήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ᾽Ιωνᾶ.
Verse: 30    
καϑὼς γὰρ ἐγένετο ᾽Ιωνᾶς τοῖς Νινευίταις σημεῖον, οὕτως ἔσται καὶ υἱὸς τοῦ ἀνϑρώπου τῇ γενεᾷ ταύτῃ.
Verse: 31    
βασίλισσα νότου ἐγερϑήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλϑεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοϕίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
Verse: 32    
ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα ᾽Ιωνᾶ, καὶ ἰδοὺ πλεῖον ᾽Ιωνᾶ ὧδε.
Verse: 33    
Οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίϑησιν [οὐδὲ ὑπὸ τὸν μόδιον] ἀλλ' ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ ϕῶς βλέπωσιν.
Verse: 34    
λύχνος τοῦ σώματός ἐστιν ὀϕϑαλμός σου. ὅταν ὀϕϑαλμός σου ἁπλοῦς , καὶ ὅλον τὸ σῶμά σου ϕωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς , καὶ τὸ σῶμά σου σκοτεινόν.
Verse: 35    
σκόπει οὖν μὴ τὸ ϕῶς τὸ ἐν σοὶ σκότος ἐστίν.
Verse: 36    
εἰ οὖν τὸ σῶμά σου ὅλον ϕωτεινόν, μὴ ἔχον μέρος τι σκοτεινόν, ἔσται ϕωτεινὸν ὅλον ὡς ὅταν λύχνος τῇ ἀστραπῇ ϕωτίζῃ σε.
Verse: 37    
᾽Εν δὲ τῷ λαλῆσαι ἐρωτᾷ αὐτὸν Φαρισαῖος ὅπως ἀριστήσῃ παρ' αὐτῷ· εἰσελϑὼν δὲ ἀνέπεσεν.
Verse: 38    
δὲ Φαρισαῖος ἰδὼν ἐϑαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσϑη πρὸ τοῦ ἀρίστου.
Verse: 39    
εἶπεν δὲ κύριος πρὸς αὐτόν, Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωϑεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καϑαρίζετε, τὸ δὲ ἔσωϑεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.
Verse: 40    
ἄϕρονες, οὐχ ποιήσας τὸ ἔξωϑεν καὶ τὸ ἔσωϑεν ἐποίησεν;
Verse: 41    
πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καϑαρὰ ὑμῖν ἐστιν.
Verse: 42    
ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσϑε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ ϑεοῦ· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ παρεῖναι.
Verse: 43    
οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαϑεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.
Verse: 44    
οὐαὶ ὑμῖν, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνϑρωποι [οἱ] περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.
Verse: 45    
᾽Αποκριϑεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.
Verse: 46    
δὲ εἶπεν, Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι ϕορτίζετε τοὺς ἀνϑρώπους ϕορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς ϕορτίοις.
Verse: 47    
οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προϕητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.
Verse: 48    
ἄρα μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ οἰκοδομεῖτε.
Verse: 49    
διὰ τοῦτο καὶ σοϕία τοῦ ϑεοῦ εἶπεν, ᾽Αποστελῶ εἰς αὐτοὺς προϕήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ διώξουσιν,
Verse: 50    
ἵνα ἐκζητηϑῇ τὸ αἷμα πάντων τῶν προϕητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,
Verse: 51    
ἀπὸ αἵματος ῞Αβελ ἕως αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ ϑυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηϑήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.
Verse: 52    
οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλϑατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.
Verse: 53    
Κἀκεῖϑεν ἐξελϑόντος αὐτοῦ ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων,
Verse: 54    
ἐνεδρεύοντες αὐτὸν ϑηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.