TITUS
Novum Testamentum graece
Part No. 54
Previous part

Chapter: 10 
Verse: 1    Μετὰ δὲ ταῦτα ἀνέδειξεν κύριος ἑτέρους ἑβδομήκοντα [δύο], καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο [δύο] πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσϑαι.
Verse: 2    
ἔλεγεν δὲ πρὸς αὐτούς, ῾Ο μὲν ϑερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήϑητε οὖν τοῦ κυρίου τοῦ ϑερισμοῦ ὅπως ἐργάτας ἐκβάλῃ εἰς τὸν ϑερισμὸν αὐτοῦ.
Verse: 3    
ὑπάγετε· ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.
Verse: 4    
μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησϑε.
Verse: 5    
εἰς ἣν δ' ἂν εἰσέλϑητε οἰκίαν, πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ.
Verse: 6    
καὶ ἐὰν ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπ' αὐτὸν εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐϕ' ὑμᾶς ἀνακάμψει.
Verse: 7    
ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσϑίοντες καὶ πίνοντες τὰ παρ' αὐτῶν, ἄξιος γὰρ ἐργάτης τοῦ μισϑοῦ αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
Verse: 8    
καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησϑε καὶ δέχωνται ὑμᾶς, ἐσϑίετε τὰ παρατιϑέμενα ὑμῖν,
Verse: 9    
καὶ ϑεραπεύετε τοὺς ἐν αὐτῇ ἀσϑενεῖς, καὶ λέγετε αὐτοῖς, ῎Ηγγικεν ἐϕ' ὑμᾶς βασιλεία τοῦ ϑεοῦ.
Verse: 10    
εἰς ἣν δ' ἂν πόλιν εἰσέλϑητε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελϑόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε,
Verse: 11    
Καὶ τὸν κονιορτὸν τὸν κολληϑέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεϑα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν βασιλεία τοῦ ϑεοῦ.
Verse: 12    
λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται τῇ πόλει ἐκείνῃ.
Verse: 13    
Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηϑσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήϑησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καϑήμενοι μετενόησαν.
Verse: 14    
πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ὑμῖν.
Verse: 15    
καὶ σύ, Καϕαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωϑήσῃ; ἕως τοῦ ᾅδου καταβιβασϑήσῃ.
Verse: 16    
῾Ο ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ἀϑετῶν ὑμᾶς ἐμὲ ἀϑετεῖ· δὲ ἐμὲ ἀϑετῶν ἀϑετεῖ τὸν ἀποστείλαντά με.
Verse: 17    
῾Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα [δύο] μετὰ χαρᾶς λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.
Verse: 18    
εἶπεν δὲ αὐτοῖς, ᾽Εϑεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
Verse: 19    
ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄϕεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχϑροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.
Verse: 20    
πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.
Verse: 21    
᾽Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο [ἐν] τῷ πνεύματι τῷ ἁγίῳ καὶ εἶπεν, ᾽Εξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοϕῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσϑέν σου.
Verse: 22    
Πάντα μοι παρεδόϑη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν υἱὸς εἰ μὴ πατήρ, καὶ τίς ἐστιν πατὴρ εἰ μὴ υἱὸς καὶ ἐὰν βούληται υἱὸς ἀποκαλύψαι.
Verse: 23    
Καὶ στραϕεὶς πρὸς τοὺς μαϑητὰς κατ' ἰδίαν εἶπεν, Μακάριοι οἱ ὀϕϑαλμοὶ οἱ βλέποντες βλέπετε.
Verse: 24    
λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προϕῆται καὶ βασιλεῖς ἠϑέλησαν ἰδεῖν ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἀκούετε καὶ οὐκ ἤκουσαν.
Verse: 25    
Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν λέγων, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
Verse: 26    
δὲ εἶπεν πρὸς αὐτόν, ᾽Εν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;
Verse: 27    
δὲ ἀποκριϑεὶς εἶπεν, ᾽Αγαπήσεις κύριον τὸν ϑεόν σου ἐξ ὅλης [τῆς] καρδίας σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν.
Verse: 28    
εἶπεν δὲ αὐτῷ, ᾽Ορϑῶς ἀπεκρίϑης· τοῦτο ποίει καὶ ζήσῃ.
Verse: 29    
δὲ ϑέλων δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν ᾽Ιησοῦν, Καὶ τίς ἐστίν μου πλησίον;
Verse: 30    
ὑπολαβὼν ᾽Ιησοῦς εἶπεν, ῎Ανϑρωπός τις κατέβαινεν ἀπὸ ᾽Ιερουσαλὴμ εἰς ᾽Ιεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιϑέντες ἀπῆλϑον ἀϕέντες ἡμιϑανῆ.
Verse: 31    
κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλϑεν·
Verse: 32    
ὁμοίως δὲ καὶ Λευίτης [γενόμενος] κατὰ τὸν τόπον ἐλϑὼν καὶ ἰδὼν ἀντιπαρῆλϑεν.
Verse: 33    
Σαμαρίτης δέ τις ὁδεύων ἦλϑεν κατ' αὐτὸν καὶ ἰδὼν ἐσπλαγχνίσϑη,
Verse: 34    
καὶ προσελϑὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήϑη αὐτοῦ.
Verse: 35    
καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν ἔδωκεν δύο δηνάρια τῷ πανδοχεῖ καὶ εἶπεν, ᾽Επιμελήϑητι αὐτοῦ, καὶ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσϑαί με ἀποδώσω σοι.
Verse: 36    
τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
Verse: 37    
δὲ εἶπεν, ῾Ο ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ᾽Ιησοῦς, Πορεύου καὶ σὺ ποίει ὁμοίως.
Verse: 38    
᾽Εν δὲ τῷ πορεύεσϑαι αὐτοὺς αὐτὸς εἰσῆλϑεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρϑα ὑπεδέξατο αὐτόν.
Verse: 39    
καὶ τῇδε ἦν ἀδελϕὴ καλουμένη Μαριάμ, [ἣ] καὶ παρακαϑεσϑεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
Verse: 40    
δὲ Μάρϑα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, Κύριε, οὐ μέλει σοι ὅτι ἀδελϕή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
Verse: 41    
ἀποκριϑεὶς δὲ εἶπεν αὐτῇ κύριος, Μάρϑα Μάρϑα, μεριμνᾷς καὶ ϑορυβάζῃ περὶ πολλά,
Verse: 42    
ἑνὸς δέ ἐστιν χρεία Μαριὰμ γὰρ τὴν ἀγαϑὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀϕαιρεϑήσεται αὐτῆς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.