TITUS
Novum Testamentum graece
Part No. 53
Previous part

Chapter: 9 
Verse: 1    Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους ϑεραπεύειν,
Verse: 2    
καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ ϑεοῦ καὶ ἰᾶσϑαι [τοὺς ἀσϑενεῖς],
Verse: 3    
καὶ εἶπεν πρὸς αὐτούς, Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε [ἀνὰ] δύο χιτῶνας ἔχειν.
Verse: 4    
καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλϑητε, ἐκεῖ μένετε καὶ ἐκεῖϑεν ἐξέρχεσϑε.
Verse: 5    
καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ' αὐτούς.
Verse: 6    
ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ ϑεραπεύοντες πανταχοῦ.
Verse: 7    
῎Ηκουσεν δὲ ῾Ηρῴδης τετραάρχης τὰ γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσϑαι ὑπό τινων ὅτι ᾽Ιωάννης ἠγέρϑη ἐκ νεκρῶν,
Verse: 8    
ὑπό τινων δὲ ὅτι ᾽Ηλίας ἐϕάνη, ἄλλων δὲ ὅτι προϕήτης τις τῶν ἀρχαίων ἀνέστη.
Verse: 9    
εἶπεν δὲ ῾Ηρῴδης, ᾽Ιωάννην ἐγὼ ἀπεκεϕάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
Verse: 10    
Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ' ἰδίαν εἰς πόλιν καλουμένην Βηϑσαϊδά.
Verse: 11    
οἱ δὲ ὄχλοι γνόντες ἠκολούϑησαν αὐτῷ. καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ ϑεοῦ, καὶ τοὺς χρείαν ἔχοντας ϑεραπείας ἰᾶτο.
Verse: 12    
῾Η δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελϑόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ, ᾽Απόλυσον τὸν ὄχλον, ἵνα πορευϑέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
Verse: 13    
εἶπεν δὲ πρὸς αὐτούς, Δότε αὐτοῖς ὑμεῖς ϕαγεῖν. οἱ δὲ εἶπαν, Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἄρτοι πέντε καὶ ἰχϑύες δύο, εἰ μήτι πορευϑέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
Verse: 14    
ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαϑητὰς αὐτοῦ, Κατακλίνατε αὐτοὺς κλισίας [ὡσεὶ] ἀνὰ πεντήκοντα.
Verse: 15    
καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας.
Verse: 16    
λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχϑύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαϑηταῖς παραϑεῖναι τῷ ὄχλῳ.
Verse: 17    
καὶ ἔϕαγον καὶ ἐχορτάσϑησαν πάντες, καὶ ἤρϑη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόϕινοι δώδεκα.
Verse: 18    
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαϑηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, Τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;
Verse: 19    
οἱ δὲ ἀποκριϑέντες εἶπαν, ᾽Ιωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ ᾽Ηλίαν, ἄλλοι δὲ ὅτι προϕήτης τις τῶν ἀρχαίων ἀνέστη.
Verse: 20    
εἶπεν δὲ αὐτοῖς, ῾Υμεῖς δὲ τίνα με λέγετε εἶναι; Πέτρος δὲ ἀποκριϑεὶς εἶπεν, Τὸν Χριστὸν τοῦ ϑεοῦ.
Verse: 21    
῾Ο δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο,
Verse: 22    
εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνϑρώπου πολλὰ παϑεῖν καὶ ἀποδοκιμασϑῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανϑῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερϑῆναι.
Verse: 23    
῎Ελεγεν δὲ πρὸς πάντας, Εἴ τις ϑέλει ὀπίσω μου ἔρχεσϑαι, ἀρνησάσϑω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καϑ' ἡμέραν, καὶ ἀκολουϑείτω μοι.
Verse: 24    
ὃς γὰρ ἂν ϑέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
Verse: 25    
τί γὰρ ὠϕελεῖται ἄνϑρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ζημιωϑείς;
Verse: 26    
ὃς γὰρ ἂν ἐπαισχυνϑῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον υἱὸς τοῦ ἀνϑρώπου ἐπαισχυνϑήσεται, ὅταν ἔλϑῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
Verse: 27    
λέγω δὲ ὑμῖν ἀληϑῶς, εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται ϑανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ ϑεοῦ.
Verse: 28    
᾽Εγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ [καὶ] παραλαβὼν Πέτρον καὶ ᾽Ιωάννην καὶ ᾽Ιάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασϑαι.
Verse: 29    
καὶ ἐγένετο ἐν τῷ προσεύχεσϑαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
Verse: 30    
καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ ᾽Ηλίας,
Verse: 31    
οἳ ὀϕϑέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν ᾽Ιερουσαλήμ.
Verse: 32    
δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
Verse: 33    
καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσϑαι αὐτοὺς ἀπ' αὐτοῦ εἶπεν Πέτρος πρὸς τὸν ᾽Ιησοῦν, ᾽Επιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν ᾽Ηλίᾳ, μὴ εἰδὼς λέγει.
Verse: 34    
ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεϕέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐϕοβήϑησαν δὲ ἐν τῷ εἰσελϑεῖν αὐτοὺς εἰς τὴν νεϕέλην.
Verse: 35    
καὶ ϕωνὴ ἐγένετο ἐκ τῆς νεϕέλης λέγουσα, Οὗτός ἐστιν υἱός μου ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.
Verse: 36    
καὶ ἐν τῷ γενέσϑαι τὴν ϕωνὴν εὑρέϑη ᾽Ιησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
Verse: 37    
᾽Εγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελϑόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς.
Verse: 38    
καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων, Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστιν,
Verse: 39    
καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίϕνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀϕροῦ καὶ μόγις ἀποχωρεῖ ἀπ' αὐτοῦ συντρῖβον αὐτόν·
Verse: 40    
καὶ ἐδεήϑην τῶν μαϑητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήϑησαν.
Verse: 41    
ἀποκριϑεὶς δὲ ᾽Ιησοῦς εἶπεν, ῏Ω γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου.
Verse: 42    
ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ᾽Ιησοῦς τῷ πνεύματι τῷ ἀκαϑάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
Verse: 43    
ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ ϑεοῦ. Πάντων δὲ ϑαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς μαϑητὰς αὐτοῦ,
Verse: 44    
Θέσϑε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, γὰρ υἱὸς τοῦ ἀνϑρώπου μέλλει παραδίδοσϑαι εἰς χεῖρας ἀνϑρώπων.
Verse: 45    
οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ' αὐτῶν ἵνα μὴ αἴσϑωνται αὐτό, καὶ ἐϕοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
Verse: 46    
Εἰσῆλϑεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
Verse: 47    
δὲ ᾽Ιησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ' ἑαυτῷ,
Verse: 48    
καὶ εἶπεν αὐτοῖς, ῝Ος ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας.
Verse: 49    
᾽Αποκριϑεὶς δὲ [ὁ] ᾽Ιωάννης εἶπεν, ᾽Επιστάτα, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουϑεῖ μεϑ' ἡμῶν.
Verse: 50    
εἶπεν δὲ πρὸς αὐτὸν ᾽Ιησοῦς, Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καϑ' ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν.
Verse: 51    
᾽Εγένετο δὲ ἐν τῷ συμπληροῦσϑαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσϑαι εἰς ᾽Ιερουσαλήμ,
Verse: 52    
καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευϑέντες εἰσῆλϑον εἰς κώμην Σαμαριτῶν, ὡς ἑτοιμάσαι αὐτῷ·
Verse: 53    
καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς ᾽Ιερουσαλήμ.
Verse: 54    
ἰδόντες δὲ οἱ μαϑηταὶ ᾽Ιάκωβος καὶ ᾽Ιωάννης εἶπαν, Κύριε, ϑέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς;
Verse: 55    
στραϕεὶς δὲ ἐπετίμησεν αὐτοῖς.
Verse: 56    
καὶ ἐπορεύϑησαν εἰς ἑτέραν κώμην.
Verse: 57    
Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν, ᾽Ακολουϑήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
Verse: 58    
καὶ εἶπεν αὐτῷ ᾽Ιησοῦς, Αἱ ἀλώπεκες ϕωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, δὲ υἱὸς τοῦ ἀνϑρώπου οὐκ ἔχει ποῦ τὴν κεϕαλὴν κλίνῃ.
Verse: 59    
Εἶπεν δὲ πρὸς ἕτερον, ᾽Ακολούϑει μοι. δὲ εἶπεν, [Κύριε,] ἐπίτρεψόν μοι ἀπελϑόντι πρῶτον ϑάψαι τὸν πατέρα μου.
Verse: 60    
εἶπεν δὲ αὐτῷ, ῎Αϕες τοὺς νεκροὺς ϑάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελϑὼν διάγγελλε τὴν βασιλείαν τοῦ ϑεοῦ.
Verse: 61    
Εἶπεν δὲ καὶ ἕτερος, ᾽Ακολουϑήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασϑαι τοῖς εἰς τὸν οἶκόν μου.
Verse: 62    
εἶπεν δὲ ᾽Ιησοῦς, Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔϑετός ἐστιν τῇ βασιλείᾳ τοῦ ϑεοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.