TITUS
Novum Testamentum graece
Part No. 50
Previous part

Chapter: 6 
Verse: 1    ᾽Εγένετο δὲ ἐν σαββάτῳ διαπορεύεσϑαι αὐτὸν διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαϑηταὶ αὐτοῦ καὶ ἤσϑιον τοὺς στάχυας ψώχοντες ταῖς χερσίν.
Verse: 2    
τινὲς δὲ τῶν Φαρισαίων εἶπαν, Τί ποιεῖτε οὐκ ἔξεστιν τοῖς σάββασιν;
Verse: 3    
καὶ ἀποκριϑεὶς πρὸς αὐτοὺς εἶπεν ᾽Ιησοῦς, Οὐδὲ τοῦτο ἀνέγνωτε ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ [ὄντες];
Verse: 4    
[ὡς] εἰσῆλϑεν εἰς τὸν οἶκον τοῦ ϑεοῦ καὶ τοὺς ἄρτους τῆς προϑέσεως λαβὼν ἔϕαγεν καὶ ἔδωκεν τοῖς μετ' αὐτοῦ, οὓς οὐκ ἔξεστιν ϕαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;
Verse: 5    
καὶ ἔλεγεν αὐτοῖς, Κύριός ἐστιν τοῦ σαββάτου υἱὸς τοῦ ἀνϑρώπου.
Verse: 6    
᾽Εγένετο δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελϑεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἄνϑρωπος ἐκεῖ καὶ χεὶρ αὐτοῦ δεξιὰ ἦν ξηρά·
Verse: 7    
παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ ϑεραπεύει, ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ.
Verse: 8    
αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, εἶπεν δὲ τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, ῎Εγειρε καὶ στῆϑι εἰς τὸ μέσον· καὶ ἀναστὰς ἔστη.
Verse: 9    
εἶπεν δὲ ᾽Ιησοῦς πρὸς αὐτούς, ᾽Επερωτῶ ὑμᾶς, εἰ ἔξεστιν τῷ σαββάτῳ ἀγαϑοποιῆσαι κακοποιῆσαι, ψυχὴν σῶσαι ἀπολέσαι;
Verse: 10    
καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ, ῎Εκτεινον τὴν χεῖρά σου. δὲ ἐποίησεν, καὶ ἀπεκατεστάϑη χεὶρ αὐτοῦ.
Verse: 11    
αὐτοὶ δὲ ἐπλήσϑησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ ᾽Ιησοῦ.
Verse: 12    
᾽Εγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξελϑεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασϑαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ ϑεοῦ.
Verse: 13    
καὶ ὅτε ἐγένετο ἡμέρα, προσεϕώνησεν τοὺς μαϑητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ' αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν,
Verse: 14    
Σίμωνα, ὃν καὶ ὠνόμασεν Πέτρον, καὶ ᾽Ανδρέαν τὸν ἀδελϕὸν αὐτοῦ, καὶ ᾽Ιάκωβον καὶ ᾽Ιωάννην καὶ Φίλιππον καὶ Βαρϑολομαῖον
Verse: 15    
καὶ Μαϑϑαῖον καὶ Θωμᾶν καὶ ᾽Ιάκωβον ῾Αλϕαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν
Verse: 16    
καὶ ᾽Ιούδαν ᾽Ιακώβου καὶ ᾽Ιούδαν ᾽Ισκαριώϑ, ὃς ἐγένετο προδότης.
Verse: 17    
Καὶ καταβὰς μετ' αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος πολὺς μαϑητῶν αὐτοῦ, καὶ πλῆϑος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾽Ιουδαίας καὶ ᾽Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος,
Verse: 18    
οἳ ἦλϑον ἀκοῦσαι αὐτοῦ καὶ ἰαϑῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ἐνοχλούμενοι ἀπὸ πνευμάτων ἀκαϑάρτων ἐϑεραπεύοντο.
Verse: 19    
καὶ πᾶς ὄχλος ἐζήτουν ἅπτεσϑαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
Verse: 20    
Καὶ αὐτὸς ἐπάρας τοὺς ὀϕϑαλμοὺς αὐτοῦ εἰς τοὺς μαϑητὰς αὐτοῦ ἔλεγεν, Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν βασιλεία τοῦ ϑεοῦ.
Verse: 21    
μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασϑήσεσϑε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
Verse: 22    
μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνϑρωποι, καὶ ὅταν ἀϕορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνϑρώπου·
Verse: 23    
χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γὰρ μισϑὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προϕήταις οἱ πατέρες αὐτῶν.
Verse: 24    
Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.
Verse: 25    
οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι νῦν, ὅτι πεινάσετε. οὐαί, οἱ γελῶντες νῦν, ὅτι πενϑήσετε καὶ κλαύσετε.
Verse: 26    
οὐαὶ ὅταν ὑμᾶς καλῶς εἴπωσιν πάντες οἱ ἄνϑρωποι, κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροϕήταις οἱ πατέρες αὐτῶν.
Verse: 27    
᾽Αλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχϑροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,
Verse: 28    
εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προσεύχεσϑε περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς.
Verse: 29    
τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.
Verse: 30    
παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
Verse: 31    
καὶ καϑὼς ϑέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνϑρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως.
Verse: 32    
καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν.
Verse: 33    
καὶ [γὰρ] ἐὰν ἀγαϑοποιῆτε τοὺς ἀγαϑοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν.
Verse: 34    
καὶ ἐὰν δανίσητε παρ' ὧν ἐλπίζετε λαβεῖν, ποία ὑμῖν χάρις [ἐστίν]; καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα.
Verse: 35    
πλὴν ἀγαπᾶτε τοὺς ἐχϑροὺς ὑμῶν καὶ ἀγαϑοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται μισϑὸς ὑμῶν πολύς, καὶ ἔσεσϑε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
Verse: 36    
Γίνεσϑε οἰκτίρμονες καϑὼς [καὶ] πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.
Verse: 37    
Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριϑῆτε· καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασϑῆτε. ἀπολύετε, καὶ ἀπολυϑήσεσϑε·
Verse: 38    
δίδοτε, καὶ δοϑήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηϑήσεται ὑμῖν.
Verse: 39    
Εἶπεν δὲ καὶ παραβολὴν αὐτοῖς· Μήτι δύναται τυϕλὸς τυϕλὸν ὁδηγεῖν; οὐχὶ ἀμϕότεροι εἰς βόϑυνον ἐμπεσοῦνται;
Verse: 40    
οὐκ ἔστιν μαϑητὴς ὑπὲρ τὸν διδάσκαλον, κατηρτισμένος δὲ πᾶς ἔσται ὡς διδάσκαλος αὐτοῦ.
Verse: 41    
Τί δὲ βλέπεις τὸ κάρϕος τὸ ἐν τῷ ὀϕϑαλμῷ τοῦ ἀδελϕοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀϕϑαλμῷ οὐ κατανοεῖς;
Verse: 42    
πῶς δύνασαι λέγειν τῷ ἀδελϕῷ σου, ᾽Αδελϕέ, ἄϕες ἐκβάλω τὸ κάρϕος τὸ ἐν τῷ ὀϕϑαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀϕϑαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀϕϑαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις τὸ κάρϕος τὸ ἐν τῷ ὀϕϑαλμῷ τοῦ ἀδελϕοῦ σου ἐκβαλεῖν.
Verse: 43    
Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν.
Verse: 44    
ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανϑῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου σταϕυλὴν τρυγῶσιν.
Verse: 45    
ἀγαϑὸς ἄνϑρωπος ἐκ τοῦ ἀγαϑοῦ ϑησαυροῦ τῆς καρδίας προϕέρει τὸ ἀγαϑόν, καὶ πονηρὸς ἐκ τοῦ πονηροῦ προϕέρει τὸ πονηρόν· ἐκ γὰρ περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
Verse: 46    
Τί δέ με καλεῖτε, Κύριε κύριε, καὶ οὐ ποιεῖτε λέγω;
Verse: 47    
πᾶς ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος·
Verse: 48    
ὅμοιός ἐστιν ἀνϑρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάϑυνεν καὶ ἔϑηκεν ϑεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν διὰ τὸ καλῶς οἰκοδομῆσϑαι αὐτήν.
Verse: 49    
δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνϑρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς ϑεμελίου, προσέρηξεν ποταμός, καὶ εὐϑὺς συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.