TITUS
Novum Testamentum graece
Part No. 29
Previous part

Book: Mk. 
ΚΑΤΑ ΜΑΡΚΟΝ

Euangelium secundum Marcum




Chapter: 1 
Verse: 1    ᾽Αρχὴ τοῦ εὐαγγελίου ᾽Ιησοῦ Χριστοῦ [υἱοῦ θεοῦ].
Verse: 2    
Καθὼς γέγραπται ἐν τῷ ᾽Ησαίᾳ τῷ προϕήτῃ, ᾽Ιδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου·
Verse: 3    
ϕωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ῾Ετοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ
Verse: 4    
ἐγένετο ᾽Ιωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄϕεσιν ἁμαρτιῶν.
Verse: 5    
καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ᾽Ιουδαία χώρα καὶ οἱ ῾Ιεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ ἐν τῷ ᾽Ιορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
Verse: 6    
καὶ ἦν ᾽Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσϕὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.
Verse: 7    
καὶ ἐκήρυσσεν λέγων, ῎Ερχεται ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ·
Verse: 8    
ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.
Verse: 9    
Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν ᾽Ιησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν ᾽Ιορδάνην ὑπὸ ᾽Ιωάννου.
Verse: 10    
καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν·
Verse: 11    
καὶ ϕωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ υἱός μου ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
Verse: 12    
Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
Verse: 13    
καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
Verse: 14    
Μετὰ δὲ τὸ παραδοθῆναι τὸν ᾽Ιωάννην ἦλθεν ᾽Ιησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ
Verse: 15    
καὶ λέγων ὅτι Πεπλήρωται καιρὸς καὶ ἤγγικεν βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
Verse: 16    
Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ ᾽Ανδρέαν τὸν ἀδελϕὸν Σίμωνος ἀμϕιβάλλοντας ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς.
Verse: 17    
καὶ εἶπεν αὐτοῖς ᾽Ιησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.
Verse: 18    
καὶ εὐθὺς ἀϕέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
Verse: 19    
Καὶ προβὰς ὀλίγον εἶδεν ᾽Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾽Ιωάννην τὸν ἀδελϕὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,
Verse: 20    
καὶ εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀϕέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
Verse: 21    
Καὶ εἰσπορεύονται εἰς Καϕαρναούμ. καὶ εὐθὺς τοῖς σάββασιν [εἰσελθὼν] εἰς τὴν συναγωγὴν ἐδίδασκεν.
Verse: 22    
καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς.
Verse: 23    
καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν
Verse: 24    
λέγων, Τί ἡμῖν καὶ σοί, ᾽Ιησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ἅγιος τοῦ θεοῦ.
Verse: 25    
καὶ ἐπετίμησεν αὐτῷ ᾽Ιησοῦς λέγων, Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.
Verse: 26    
καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ ϕωνῆσαν ϕωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.
Verse: 27    
καὶ ἐθαμβήθησαν ἅπαντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας, Τί ἐστιν τοῦτο; διδαχὴ καινὴ κατ' ἐξουσίαν· καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.
Verse: 28    
καὶ ἐξῆλθεν ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
Verse: 29    
Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ ᾽Ανδρέου μετὰ ᾽Ιακώβου καὶ ᾽Ιωάννου.
Verse: 30    
δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.
Verse: 31    
καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός· καὶ ἀϕῆκεν αὐτὴν πυρετός, καὶ διηκόνει αὐτοῖς.
Verse: 32    
᾽Οψίας δὲ γενομένης, ὅτε ἔδυ ἥλιος, ἔϕερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·
Verse: 33    
καὶ ἦν ὅλη πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν.
Verse: 34    
καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤϕιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν.
Verse: 35    
Καὶ πρωὶ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο.
Verse: 36    
καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ' αὐτοῦ,
Verse: 37    
καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι Πάντες ζητοῦσίν σε.
Verse: 38    
καὶ λέγει αὐτοῖς, ῎Αγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξῆλθον.
Verse: 39    
καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.
Verse: 40    
Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν [καὶ γονυπετῶν] καὶ λέγων αὐτῷ ὅτι ᾽Εὰν θέλῃς δύνασαί με καθαρίσαι.
Verse: 41    
καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι·
Verse: 42    
καὶ εὐθὺς ἀπῆλθεν ἀπ' αὐτοῦ λέπρα, καὶ ἐκαθαρίσθη.
Verse: 43    
καὶ ἐμβριμησάμενος αὐτῷ εὐθὺς ἐξέβαλεν αὐτόν,
Verse: 44    
καὶ λέγει αὐτῷ, ῞Ορα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.
Verse: 45    
δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαϕημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι ϕανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ' ἔξω ἐπ' ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.