TITUS
Novum Testamentum graece
Part No. 30
Chapter: 2
Verse: 1
Καὶ
εἰσελθὼν
πάλιν
εἰς
Καϕαρναοὺμ
δι
'
ἡμερῶν
ἠνκούσθη
ὅτι
ἐν
οἴκῳ
ἐστίν
.
Verse: 2
καὶ
συνήχθησαν
πολλοὶ
ὥστε
μηκέτι
χωρεῖν
μηδὲ
τὰ
πρὸς
τὴν
θύραν
,
καὶ
ἐλάλει
αὐτοῖς
τὸν
λόγον
.
Verse: 3
καὶ
ἔρχονται
ϕέροντες
πρὸς
αὐτὸν
παραλυτικὸν
αἰρόμενον
ὑπὸ
τεσσάρων
.
Verse: 4
καὶ
μὴ
δυνάμενοι
προσενέγκαι
αὐτῷ
διὰ
τὸν
ὄχλον
ἀπεστέγασαν
τὴν
στέγην
ὅπου
ἦν
,
καὶ
ἐξορύξαντες
χαλῶσι
τὸν
κράβαττον
ὅπου
ὁ
παραλυτικὸς
κατέκειτο
.
Verse: 5
καὶ
ἰδὼν
ὁ
᾽Ιησοῦς
τὴν
πίστιν
αὐτῶν
λέγει
τῷ
παραλυτικῷ
,
Τέκνον
,
ἀϕίενταί
σου
αἱ
ἁμαρτίαι
.
Verse: 6
ἦσαν
δέ
τινες
τῶν
γραμματέων
ἐκεῖ
καθήμενοι
καὶ
διαλογιζόμενοι
ἐν
ταῖς
καρδίαις
αὐτῶν
,
Verse: 7
Τί
οὗτος
οὕτως
λαλεῖ
;
βλασϕημεῖ
·
τίς
δύναται
ἀϕιέναι
ἁμαρτίας
εἰ
μὴ
εἷς
ὁ
θεός
;
Verse: 8
καὶ
εὐθὺς
ἐπιγνοὺς
ὁ
᾽Ιησοῦς
τῷ
πνεύματι
αὐτοῦ
ὅτι
οὕτως
διαλογίζονται
ἐν
ἑαυτοῖς
λέγει
αὐτοῖς
,
Τί
ταῦτα
διαλογίζεσθε
ἐν
ταῖς
καρδίαις
ὑμῶν
;
Verse: 9
τί
ἐστιν
εὐκοπώτερον
,
εἰπεῖν
τῷ
παραλυτικῷ
,
᾽Αϕίενταί
σου
αἱ
ἁμαρτίαι
,
ἢ
εἰπεῖν
,
῎Εγειρε
καὶ
ἆρον
τὸν
κράβαττόν
σου
καὶ
περιπάτει
;
Verse: 10
ἵνα
δὲ
εἰδῆτε
ὅτι
ἐξουσίαν
ἔχει
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
ἀϕιέναι
ἁμαρτίας
ἐπὶ
τῆς
γῆς
λέγει
τῷ
παραλυτικῷ
,
Verse: 11
Σοὶ
λέγω
,
ἔγειρε
ἆρον
τὸν
κράβαττόν
σου
καὶ
ὕπαγε
εἰς
τὸν
οἶκόν
σου
.
Verse: 12
καὶ
ἠγέρθη
καὶ
εὐθὺς
ἄρας
τὸν
κράβαττον
ἐξῆλθεν
ἔμπροσθεν
πάντων
,
ὥστε
ἐξίστασθαι
πάντας
καὶ
δοξάζειν
τὸν
θεὸν
λέγοντας
ὅτι
Οὕτως
οὐδέποτε
εἴδομεν
.
Verse: 13
Καὶ
ἐξῆλθεν
πάλιν
παρὰ
τὴν
θάλασσαν
·
καὶ
πᾶς
ὁ
ὄχλος
ἤρχετο
πρὸς
αὐτόν
,
καὶ
ἐδίδασκεν
αὐτούς
.
Verse: 14
καὶ
παράγων
εἶδεν
Λευὶν
τὸν
τοῦ
῾Αλϕαίου
καθήμενον
ἐπὶ
τὸ
τελώνιον
,
καὶ
λέγει
αὐτῷ
,
᾽Ακολούθει
μοι
.
καὶ
ἀναστὰς
ἠκολούθησεν
αὐτῷ
.
Verse: 15
Καὶ
γίνεται
κατακεῖσθαι
αὐτὸν
ἐν
τῇ
οἰκίᾳ
αὐτοῦ
,
καὶ
πολλοὶ
τελῶναι
καὶ
ἁμαρτωλοὶ
συνανέκειντο
τῷ
᾽Ιησοῦ
καὶ
τοῖς
μαθηταῖς
αὐτοῦ
·
ἦσαν
γὰρ
πολλοί
.
καὶ
ἠκολούθουν
αὐτῷ
Verse: 16
καὶ
οἱ
γραμματεῖς
τῶν
Φαρισαίων
,
καὶ
ἰδόντες
ὅτι
ἐσθίει
μετὰ
τῶν
ἁμαρτωλῶν
καὶ
τελωνῶν
ἔλεγον
τοῖς
μαθηταῖς
αὐτοῦ
,
῞Οτι
μετὰ
τῶν
τελωνῶν
καὶ
ἁμαρτωλῶν
ἐσθίει
;
Verse: 17
καὶ
ἀκούσας
ὁ
᾽Ιησοῦς
λέγει
αὐτοῖς
[ὅτι]
Οὐ
χρείαν
ἔχουσιν
οἱ
ἰσχύοντες
ἰατροῦ
ἀλλ
'
οἱ
κακῶς
ἔχοντες
·
οὐκ
ἦλθον
καλέσαι
δικαίους
ἀλλὰ
ἁμαρτωλούς
.
Verse: 18
Καὶ
ἦσαν
οἱ
μαθηταὶ
᾽Ιωάννου
καὶ
οἱ
Φαρισαῖοι
νηστεύοντες
.
καὶ
ἔρχονται
καὶ
λέγουσιν
αὐτῷ
,
Διὰ
τί
οἱ
μαθηταὶ
᾽Ιωάννου
καὶ
οἱ
μαθηταὶ
τῶν
Φαρισαίων
νηστεύουσιν
,
οἱ
δὲ
σοὶ
μαθηταὶ
οὐ
νηστεύουσιν
;
Verse: 19
καὶ
εἶπεν
αὐτοῖς
ὁ
᾽Ιησοῦς
,
Μὴ
δύνανται
οἱ
υἱοὶ
τοῦ
νυμϕῶνος
ἐν
ᾧ
ὁ
νυμϕίος
μετ
'
αὐτῶν
ἐστιν
νηστεύειν
;
ὅσον
χρόνον
ἔχουσιν
τὸν
νυμϕίον
μετ
'
αὐτῶν
οὐ
δύνανται
νηστεύειν
·
Verse: 20
ἐλεύσονται
δὲ
ἡμέραι
ὅταν
ἀπαρθῇ
ἀπ
'
αὐτῶν
ὁ
νυμϕίος
,
καὶ
τότε
νηστεύσουσιν
ἐν
ἐκείνῃ
τῇ
ἡμέρᾳ
.
Verse: 21
οὐδεὶς
ἐπίβλημα
ῥάκους
ἀγνάϕου
ἐπιράπτει
ἐπὶ
ἱμάτιον
παλαιόν
·
εἰ
δὲ
μή
,
αἴρει
τὸ
πλήρωμα
ἀπ
'
αὐτοῦ
τὸ
καινὸν
τοῦ
παλαιοῦ
,
καὶ
χεῖρον
σχίσμα
γίνεται
.
Verse: 22
καὶ
οὐδεὶς
βάλλει
οἶνον
νέον
εἰς
ἀσκοὺς
παλαιούς
εἰ
δὲ
μή
,
ῥήξει
ὁ
οἶνος
τοὺς
ἀσκούς
,
καὶ
ὁ
οἶνος
ἀπόλλυται
καὶ
οἱ
ἀσκοί
ἀλλὰ
οἶνον
νέον
εἰς
ἀσκοὺς
καινούς
.
Verse: 23
Καὶ
ἐγένετο
αὐτὸν
ἐν
τοῖς
σάββασιν
παραπορεύεσθαι
διὰ
τῶν
σπορίμων
,
καὶ
οἱ
μαθηταὶ
αὐτοῦ
ἤρξαντο
ὁδὸν
ποιεῖν
τίλλοντες
τοὺς
στάχυας
.
Verse: 24
καὶ
οἱ
Φαρισαῖοι
ἔλεγον
αὐτῷ
,
῎Ιδε
τί
ποιοῦσιν
τοῖς
σάββασιν
ὃ
οὐκ
ἔξεστιν
;
Verse: 25
καὶ
λέγει
αὐτοῖς
,
Οὐδέποτε
ἀνέγνωτε
τί
ἐποίησεν
Δαυίδ
,
ὅτε
χρείαν
ἔσχεν
καὶ
ἐπείνασεν
αὐτὸς
καὶ
οἱ
μετ
'
αὐτοῦ
;
Verse: 26
πῶς
εἰσῆλθεν
εἰς
τὸν
οἶκον
τοῦ
θεοῦ
ἐπὶ
᾽Αβιαθὰρ
ἀρχιερέως
καὶ
τοὺς
ἄρτους
τῆς
προθέσεως
ἔϕαγεν
,
οὓς
οὐκ
ἔξεστιν
ϕαγεῖν
εἰ
μὴ
τοὺς
ἱερεῖς
,
καὶ
ἔδωκεν
καὶ
τοῖς
σὺν
αὐτῷ
οὖσιν
;
Verse: 27
καὶ
ἔλεγεν
αὐτοῖς
,
Τὸ
σάββατον
διὰ
τὸν
ἄνθρωπον
ἐγένετο
καὶ
οὐχ
ὁ
ἄνθρωπος
διὰ
τὸ
σάββατον
·
Verse: 28
ὥστε
κύριός
ἐστιν
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
καὶ
τοῦ
σαββάτου
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.