TITUS
Novum Testamentum graece
Part No. 28
Chapter: 28
Verse: 1
᾽Οψὲ
δὲ
σαββάτων
,
τῇ
ἐπιϕωσκούσῃ
εἰς
μίαν
σαββάτων
,
ἦλθεν
Μαρία
ἡ
Μαγδαληνὴ
καὶ
ἡ
ἄλλη
Μαρία
θεωρῆσαι
τὸν
τάϕον
.
Verse: 2
καὶ
ἰδοὺ
σεισμὸς
ἐγένετο
μέγας
·
ἄγγελος
γὰρ
κυρίου
καταβὰς
ἐξ
οὐρανοῦ
καὶ
προσελθὼν
ἀπεκύλισεν
τὸν
λίθον
καὶ
ἐκάθητο
ἐπάνω
αὐτοῦ
.
Verse: 3
ἦν
δὲ
ἡ
εἰδέα
αὐτοῦ
ὡς
ἀστραπὴ
καὶ
τὸ
ἔνδυμα
αὐτοῦ
λευκὸν
ὡς
χιών
.
Verse: 4
ἀπὸ
δὲ
τοῦ
ϕόβου
αὐτοῦ
ἐσείσθησαν
οἱ
τηροῦντες
καὶ
ἐγενήθησαν
ὡς
νεκροί
.
Verse: 5
ἀποκριθεὶς
δὲ
ὁ
ἄγγελος
εἶπεν
ταῖς
γυναιξίν
,
Μὴ
ϕοβεῖσθε
ὑμεῖς
,
οἶδα
γὰρ
ὅτι
᾽Ιησοῦν
τὸν
ἐσταυρωμένον
ζητεῖτε
·
Verse: 6
οὐκ
ἔστιν
ὧδε
,
ἠγέρθη
γὰρ
καθὼς
εἶπεν
·
δεῦτε
ἴδετε
τὸν
τόπον
ὅπου
ἔκειτο
.
Verse: 7
καὶ
ταχὺ
πορευθεῖσαι
εἴπατε
τοῖς
μαθηταῖς
αὐτοῦ
ὅτι
᾽Ηγέρθη
ἀπὸ
τῶν
νεκρῶν
,
καὶ
ἰδοὺ
προάγει
ὑμᾶς
εἰς
τὴν
Γαλιλαίαν
,
ἐκεῖ
αὐτὸν
ὄψεσθε
·
ἰδοὺ
εἶπον
ὑμῖν
.
Verse: 8
καὶ
ἀπελθοῦσαι
ταχὺ
ἀπὸ
τοῦ
μνημείου
μετὰ
ϕόβου
καὶ
χαρᾶς
μεγάλης
ἔδραμον
ἀπαγγεῖλαι
τοῖς
μαθηταῖς
αὐτοῦ
.
Verse: 9
καὶ
ἰδοὺ
᾽Ιησοῦς
ὑπήντησεν
αὐταῖς
λέγων
,
Χαίρετε
.
αἱ
δὲ
προσελθοῦσαι
ἐκράτησαν
αὐτοῦ
τοὺς
πόδας
καὶ
προσεκύνησαν
αὐτῷ
.
Verse: 10
τότε
λέγει
αὐταῖς
ὁ
᾽Ιησοῦς
,
Μὴ
ϕοβεῖσθε
·
ὑπάγετε
ἀπαγγείλατε
τοῖς
ἀδελϕοῖς
μου
ἵνα
ἀπέλθωσιν
εἰς
τὴν
Γαλιλαίαν
,
κἀκεῖ
με
ὄψονται
.
Verse: 11
Πορευομένων
δὲ
αὐτῶν
ἰδού
τινες
τῆς
κουστωδίας
ἐλθόντες
εἰς
τὴν
πόλιν
ἀπήγγειλαν
τοῖς
ἀρχιερεῦσιν
ἅπαντα
τὰ
γενόμενα
.
Verse: 12
καὶ
συναχθέντες
μετὰ
τῶν
πρεσβυτέρων
συμβούλιόν
τε
λαβόντες
ἀργύρια
ἱκανὰ
ἔδωκαν
τοῖς
στρατιώταις
Verse: 13
λέγοντες
,
Εἴπατε
ὅτι
Οἱ
μαθηταὶ
αὐτοῦ
νυκτὸς
ἐλθόντες
ἔκλεψαν
αὐτὸν
ἡμῶν
κοιμωμένων
.
Verse: 14
καὶ
ἐὰν
ἀκουσθῇ
τοῦτο
ἐπὶ
τοῦ
ἡγεμόνος
,
ἡμεῖς
πείσομεν
αὐτὸν
καὶ
ὑμᾶς
ἀμερίμνους
ποιήσομεν
.
Verse: 15
οἱ
δὲ
λαβόντες
τὰ
ἀργύρια
ἐποίησαν
ὡς
ἐδιδάχθησαν
.
Καὶ
διεϕημίσθη
ὁ
λόγος
οὗτος
παρὰ
᾽Ιουδαίοις
μέχρι
τῆς
σήμερον
[ἡμέρας]
.
Verse: 16
Οἱ
δὲ
ἕνδεκα
μαθηταὶ
ἐπορεύθησαν
εἰς
τὴν
Γαλιλαίαν
εἰς
τὸ
ὄρος
οὗ
ἐτάξατο
αὐτοῖς
ὁ
᾽Ιησοῦς
,
Verse: 17
καὶ
ἰδόντες
αὐτὸν
προσεκύνησαν
,
οἱ
δὲ
ἐδίστασαν
.
Verse: 18
καὶ
προσελθὼν
ὁ
᾽Ιησοῦς
ἐλάλησεν
αὐτοῖς
λέγων
,
᾽Εδόθη
μοι
πᾶσα
ἐξουσία
ἐν
οὐρανῷ
καὶ
ἐπὶ
γῆς
.
Verse: 19
πορευθέντες
οὖν
μαθητεύσατε
πάντα
τὰ
ἔθνη
,
βαπτίζοντες
αὐτοὺς
εἰς
τὸ
ὄνομα
τοῦ
πατρὸς
καὶ
τοῦ
υἱοῦ
καὶ
τοῦ
ἁγίου
πνεύματος
,
Verse: 20
διδάσκοντες
αὐτοὺς
τηρεῖν
πάντα
ὅσα
ἐνετειλάμην
ὑμῖν
·
καὶ
ἰδοὺ
ἐγὼ
μεθ
'
ὑμῶν
εἰμι
πάσας
τὰς
ἡμέρας
ἕως
τῆς
συντελείας
τοῦ
αἰῶνος
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.