TITUS
Novum Testamentum graece
Part No. 27
Previous part

Chapter: 27 
Verse: 1    Πρωίας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ ᾽Ιησοῦ ὥστε θανατῶσαι αὐτόν·
Verse: 2    
καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι.
Verse: 3    
Τότε ἰδὼν ᾽Ιούδας παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις
Verse: 4    
λέγων, ῞Ημαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπαν, Τί πρὸς ἡμᾶς; σὺ ὄψῃ.
Verse: 5    
καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο.
Verse: 6    
οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν, Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν.
Verse: 7    
συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ᾽Αγρὸν τοῦ Κεραμέως εἰς ταϕὴν τοῖς ξένοις.
Verse: 8    
διὸ ἐκλήθη ἀγρὸς ἐκεῖνος ᾽Αγρὸς Αἵματος ἕως τῆς σήμερον.
Verse: 9    
τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ ᾽Ιερεμίου τοῦ προϕήτου λέγοντος, Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν ᾽Ισραήλ,
Verse: 10    
καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.
Verse: 11    
῾Ο δὲ ᾽Ιησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ἡγεμὼν λέγων, Σὺ εἶ βασιλεὺς τῶν ᾽Ιουδαίων; δὲ ᾽Ιησοῦς ἔϕη, Σὺ λέγεις.
Verse: 12    
καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.
Verse: 13    
τότε λέγει αὐτῷ Πιλᾶτος, Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν;
Verse: 14    
καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
Verse: 15    
Κατὰ δὲ ἑορτὴν εἰώθει ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον.
Verse: 16    
εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον [᾽Ιησοῦν] Βαραββᾶν.
Verse: 17    
συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς Πιλᾶτος, Τίνα θέλετε ἀπολύσω ὑμῖν, [᾽Ιησοῦν τὸν] Βαραββᾶν ᾽Ιησοῦν τὸν λεγόμενον Χριστόν;
Verse: 18    
ᾔδει γὰρ ὅτι διὰ ϕθόνον παρέδωκαν αὐτόν.
Verse: 19    
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν γυνὴ αὐτοῦ λέγουσα, Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ' ὄναρ δι' αὐτόν.
Verse: 20    
Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ ᾽Ιησοῦν ἀπολέσωσιν.
Verse: 21    
ἀποκριθεὶς δὲ ἡγεμὼν εἶπεν αὐτοῖς, Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν, Τὸν Βαραββᾶν.
Verse: 22    
λέγει αὐτοῖς Πιλᾶτος, Τί οὖν ποιήσω ᾽Ιησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν πάντες, Σταυρωθήτω.
Verse: 23    
δὲ ἔϕη, Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες, Σταυρωθήτω.
Verse: 24    
ἰδὼν δὲ Πιλᾶτος ὅτι οὐδὲν ὠϕελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου, λέγων, ᾽Αθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου· ὑμεῖς ὄψεσθε.
Verse: 25    
καὶ ἀποκριθεὶς πᾶς λαὸς εἶπεν, Τὸ αἷμα αὐτοῦ ἐϕ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
Verse: 26    
τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ ᾽Ιησοῦν ϕραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
Verse: 27    
Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν ᾽Ιησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ' αὐτὸν ὅλην τὴν σπεῖραν.
Verse: 28    
καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ,
Verse: 29    
καὶ πλέξαντες στέϕανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγοντες, Χαῖρε, βασιλεῦ τῶν ᾽Ιουδαίων,
Verse: 30    
καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεϕαλὴν αὐτοῦ.
Verse: 31    
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
Verse: 32    
᾽Εξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
Verse: 33    
Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ἐστιν Κρανίου Τόπος λεγόμενος,
Verse: 34    
ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν.
Verse: 35    
σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον,
Verse: 36    
καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
Verse: 37    
καὶ ἐπέθηκαν ἐπάνω τῆς κεϕαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν ᾽Ιησοῦς βασιλεῦς τῶν ᾽Ιουδαίων.
Verse: 38    
Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
Verse: 39    
Οἱ δὲ παραπορευόμενοι ἐβλασϕήμουν αὐτὸν κινοῦντες τὰς κεϕαλὰς αὐτῶν
Verse: 40    
καὶ λέγοντες, ῾Ο καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν, εἰ υἱὸς εἶ τοῦ θεοῦ, [καὶ] κατάβηθι ἀπὸ τοῦ σταυροῦ.
Verse: 41    
ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον,
Verse: 42    
῎Αλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· βασιλεὺς ᾽Ισραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ' αὐτόν.
Verse: 43    
πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθωνῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός.
Verse: 44    
τὸ δ' αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες σὺν αὐτῷ ὠνείδιζον αὐτόν.
Verse: 45    
᾽Απὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
Verse: 46    
περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ᾽Ιησοῦς ϕωνῇ μεγάλῃ λέγων, Ηλι ηλι λεμα σαβαχθανι;τοῦτ' ἔστιν, Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες;
Verse: 47    
τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι ᾽Ηλίαν ϕωνεῖ οὗτος.
Verse: 48    
καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.
Verse: 49    
οἱ δὲ λοιποὶ ἔλεγον, ῎Αϕες ἴδωμεν εἰ ἔρχεται ᾽Ηλίας σώσων αὐτόν.
Verse: 50    
δὲ ᾽Ιησοῦς πάλιν κράξας ϕωνῇ μεγάλῃ ἀϕῆκεν τὸ πνεῦμα.
Verse: 51    
Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπ' ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν,
Verse: 52    
καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν,
Verse: 53    
καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεϕανίσθησαν πολλοῖς.
Verse: 54    
῾Ο δὲ ἑκατόνταρχος καὶ οἱ μετ' αὐτοῦ τηροῦντες τὸν ᾽Ιησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐϕοβήθησαν σϕόδρα, λέγοντες, ᾽Αληθῶς θεοῦ υἱὸς ἦν οὗτος.
Verse: 55    
῏Ησαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ ᾽Ιησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ·
Verse: 56    
ἐν αἷς ἦν Μαρία Μαγδαληνὴ καὶ Μαρία τοῦ ᾽Ιακώβου καὶ ᾽Ιωσὴϕ μήτηρ καὶ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
Verse: 57    
᾽Οψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ ῾Αριμαθαίας, τοὔνομα ᾽Ιωσήϕ, ὃς καὶ αὐτὸς ἐμαθητεύθη τῷ ᾽Ιησοῦ·
Verse: 58    
οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ᾽Ιησοῦ. τότε Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι.
Verse: 59    
καὶ λαβὼν τὸ σῶμα ᾽Ιωσὴϕ ἐνετύλιξεν αὐτὸ ἐν σινδόνι καθαρᾷ,
Verse: 60    
καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.
Verse: 61    
ἦν δὲ ἐκεῖ Μαρία Μαγδαληνὴ καὶ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάϕου.
Verse: 62    
Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
Verse: 63    
λέγοντες, Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος πλάνος εἶπεν ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
Verse: 64    
κέλευσον οὖν ἀσϕαλισθῆναι τὸν τάϕον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ, ᾽Ηγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
Verse: 65    
ἔϕη αὐτοῖς Πιλᾶτος, ῎Εχετε κουστωδίαν· ὑπάγετε ἀσϕαλίσασθε ὡς οἴδατε.
Verse: 66    
οἱ δὲ πορευθέντες ἠσϕαλίσαντο τὸν τάϕον σϕραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.