TITUS
Novum Testamentum graece
Part No. 26
Previous part

Chapter: 26 
Verse: 1    Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ᾽Ιησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ,
Verse: 2    
Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
Verse: 3    
Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάϕα,
Verse: 4    
καὶ συνεβουλεύσαντο ἵνα τὸν ᾽Ιησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν·
Verse: 5    
ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
Verse: 6    
Τοῦ δὲ ᾽Ιησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
Verse: 7    
προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ ἀνακειμένου.
Verse: 8    
ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες, Εἰς τί ἀπώλεια αὕτη;
Verse: 9    
ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς.
Verse: 10    
γνοὺς δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ·
Verse: 11    
πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·
Verse: 12    
βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταϕιάσαι με ἐποίησεν.
Verse: 13    
ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
Verse: 14    
Τότε πορευθεὶς εἷς τῶν δώδεκα, λεγόμενος ᾽Ιούδας ᾽Ισκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς
Verse: 15    
εἶπεν, Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
Verse: 16    
καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
Verse: 17    
Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ ᾽Ιησοῦ λέγοντες, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι ϕαγεῖν τὸ πάσχα;
Verse: 18    
δὲ εἶπεν, ῾Υπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ, ῾Ο διδάσκαλος λέγει, ῾Ο καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
Verse: 19    
καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ᾽Ιησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
Verse: 20    
᾽Οψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.
Verse: 21    
καὶ ἐσθιόντων αὐτῶν εἶπεν, ᾽Αμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
Verse: 22    
καὶ λυπούμενοι σϕόδρα ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος, Μήτι ἐγώ εἰμι, κύριε;
Verse: 23    
δὲ ἀποκριθεὶς εἶπεν, ῾Ο ἐμβάψας μετ' ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει.
Verse: 24    
μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι' οὗ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ἄνθρωπος ἐκεῖνος.
Verse: 25    
ἀποκριθεὶς δὲ ᾽Ιούδας παραδιδοὺς αὐτὸν εἶπεν, Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ, Σὺ εἶπας.
Verse: 26    
᾽Εσθιόντων δὲ αὐτῶν λαβὼν ᾽Ιησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν, Λάβετε ϕάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου.
Verse: 27    
καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων, Πίετε ἐξ αὐτοῦ πάντες,
Verse: 28    
τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄϕεσιν ἁμαρτιῶν.
Verse: 29    
λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ' ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ' ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
Verse: 30    
Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ῎Ορος τῶν ᾽Ελαιῶν.
Verse: 31    
Τότε λέγει αὐτοῖς ᾽Ιησοῦς, Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·
Verse: 32    
μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
Verse: 33    
ἀποκριθεὶς δὲ Πέτρος εἶπεν αὐτῷ, Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.
Verse: 34    
ἔϕη αὐτῷ ᾽Ιησοῦς, ᾽Αμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα ϕωνῆσαι τρὶς ἀπαρνήσῃ με.
Verse: 35    
λέγει αὐτῷ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν.
Verse: 36    
Τότε ἔρχεται μετ' αὐτῶν ᾽Ιησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ ἕως ἂν ἀπελθὼν ἐκεῖ προσεύξωμαι.
Verse: 37    
καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
Verse: 38    
τότε λέγει αὐτοῖς, Περίλυπός ἐστιν ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ' ἐμοῦ.
Verse: 39    
καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ' ὡς σύ.
Verse: 40    
καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ' ἐμοῦ;
Verse: 41    
γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον δὲ σὰρξ ἀσθενής.
Verse: 42    
πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
Verse: 43    
καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀϕθαλμοὶ βεβαρημένοι.
Verse: 44    
καὶ ἀϕεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν.
Verse: 45    
τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς, Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε; ἰδοὺ ἤγγικεν ὥρα καὶ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
Verse: 46    
ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ἤγγικεν παραδιδούς με.
Verse: 47    
Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ᾽Ιούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ' αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
Verse: 48    
δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, ῝Ον ἂν ϕιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν.
Verse: 49    
καὶ εὐθέως προσελθὼν τῷ ᾽Ιησοῦ εἶπεν, Χαῖρε, ῥαββί· καὶ κατεϕίλησεν αὐτόν.
Verse: 50    
δὲ ᾽Ιησοῦς εἶπεν αὐτῷ, ῾Εταῖρε, ἐϕ' πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ᾽Ιησοῦν καὶ ἐκράτησαν αὐτόν.
Verse: 51    
καὶ ἰδοὺ εἷς τῶν μετὰ ᾽Ιησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀϕεῖλεν αὐτοῦ τὸ ὠτίον.
Verse: 52    
τότε λέγει αὐτῷ ᾽Ιησοῦς, ᾽Απόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται.
Verse: 53    
δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων;
Verse: 54    
πῶς οὖν πληρωθῶσιν αἱ γραϕαὶ ὅτι οὕτως δεῖ γενέσθαι;
Verse: 55    
᾽Εν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ᾽Ιησοῦς τοῖς ὄχλοις, ῾Ως ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ' ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με.
Verse: 56    
τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραϕαὶ τῶν προϕητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀϕέντες αὐτὸν ἔϕυγον.
Verse: 57    
Οἱ δὲ κρατήσαντες τὸν ᾽Ιησοῦν ἀπήγαγον πρὸς Καϊάϕαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
Verse: 58    
δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
Verse: 59    
οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ᾽Ιησοῦ ὅπως αὐτὸν θανατώσωσιν,
Verse: 60    
καὶ οὐχ εὗρον πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο
Verse: 61    
εἶπαν, Οὗτος ἔϕη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι.
Verse: 62    
καὶ ἀναστὰς ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
Verse: 63    
δὲ ᾽Ιησοῦς ἐσιώπα. καὶ ἀρχιερεὺς εἶπεν αὐτῷ, ᾽Εξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ Χριστὸς υἱὸς τοῦ θεοῦ.
Verse: 64    
λέγει αὐτῷ ᾽Ιησοῦς, Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεϕελῶν τοῦ οὐρανοῦ.
Verse: 65    
τότε ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων, ᾽Εβλασϕήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασϕημίαν·
Verse: 66    
τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν, ῎Ενοχος θανάτου ἐστίν.
Verse: 67    
Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάϕισαν αὐτόν, οἱ δὲ ἐράπισαν
Verse: 68    
λέγοντες, Προϕήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν παίσας σε;
Verse: 69    
῾Ο δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, Καὶ σὺ ἦσθα μετὰ ᾽Ιησοῦ τοῦ Γαλιλαίου.
Verse: 70    
δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων, Οὐκ οἶδα τί λέγεις.
Verse: 71    
ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ, Οὗτος ἦν μετὰ ᾽Ιησοῦ τοῦ Ναζωραίου.
Verse: 72    
καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.
Verse: 73    
μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, ᾽Αληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ λαλιά σου δῆλόν σε ποιεῖ.
Verse: 74    
τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐϕώνησεν.
Verse: 75    
καὶ ἐμνήσθη Πέτρος τοῦ ῥήματος ᾽Ιησοῦ εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα ϕωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.