TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 923
Previous part

Chapter: 3 
Verse: 1    Καὶ εἶπεν κύριος πρός με ῎Ετι πορεύϑητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν, καϑὼς ἀγαπᾷ ϑεὸς τοὺς υἱοὺς Ισραηλ καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ ϑεοὺς ἀλλοτρίους καὶ ϕιλοῦσιν πέμματα μετὰ σταϕίδων
Verse: 2    
καὶ ἐμισϑωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀργυρίου καὶ γομορ κριϑῶν καὶ νεβελ οἴνου
Verse: 3    
καὶ εἶπα πρὸς αὐτήν ῾Ημέρας πολλὰς καϑήσῃ ἐπ' ἐμοὶ καὶ οὐ μὴ πορνεύσῃς οὐδὲ μὴ γένῃ ἀνδρὶ ἑτέρῳ, καὶ ἐγὼ ἐπὶ σοί.
Verse: 4    
διότι ἡμέρας πολλὰς καϑήσονται οἱ υἱοὶ Ισραηλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὔσης ϑυσίας οὐδὲ ὄντος ϑυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων.
Verse: 5    
καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐπιζητήσουσιν κύριον τὸν ϑεὸν αὐτῶν καὶ Δαυιδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαϑοῖς αὐτοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.