TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 922
Previous part

Chapter: 2 
Verse: 1    Καὶ ἦν ἀριϑμὸς τῶν υἱῶν Ισραηλ ὡς ἄμμος τῆς ϑαλάσσης, οὐκ ἐκμετρηϑήσεται οὐδὲ ἐξαριϑμηϑήσεται· καὶ ἔσται ἐν τῷ τόπῳ, οὗ ἐρρέϑη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληϑήσονται υἱοὶ ϑεοῦ ζῶντος.
Verse: 2    
καὶ συναχϑήσονται οἱ υἱοὶ Ιουδα καὶ οἱ υἱοὶ Ισραηλ ἐπὶ τὸ αὐτὸ καὶ ϑήσονται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡμέρα τοῦ Ιεζραελ.
Verse: 3    
εἴπατε τῷ ἀδελϕῷ ὑμῶν Λαός μου καὶ τῇ ἀδελϕῇ ὑμῶν ᾽Ηλεημένη.
Verse: 4    
Κρίϑητε πρὸς τὴν μητέρα ὑμῶν κρίϑητε, ὅτι αὐτὴ οὐ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς· καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἐκ προσώπου μου καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς,
Verse: 5    
ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν καὶ ἀποκαταστήσω αὐτὴν καϑὼς ἡμέρᾳ γενέσεως αὐτῆς· καὶ ϑήσομαι αὐτὴν ὡς ἔρημον καὶ τάξω αὐτὴν ὡς γῆν ἄνυδρον καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει·
Verse: 6    
καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν.
Verse: 7    
ὅτι ἐξεπόρνευσεν μήτηρ αὐτῶν, κατῄσχυνεν τεκοῦσα αὐτά· εἶπεν γάρ ᾽Ακολουϑήσω ὀπίσω τῶν ἐραστῶν μου τῶν διδόντων μοι τοὺς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ὀϑόνιά μου καὶ τὸ ἔλαιόν μου καὶ πάντα ὅσα μοι καϑήκει.
Verse: 8    
διὰ τοῦτο ἰδοὺ ἐγὼ ϕράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψιν καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ·
Verse: 9    
καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς καὶ οὐ μὴ καταλάβῃ αὐτούς· καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρῃ αὐτούς· καὶ ἐρεῖ Πορεύσομαι καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε νῦν.
Verse: 10    
καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήϑυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησεν τῇ Βααλ.
Verse: 11    
διὰ τοῦτο ἐπιστρέψω καὶ κομιοῦμαι τὸν σῖτόν μου καϑ' ὥραν αὐτοῦ καὶ τὸν οἶνόν μου ἐν καιρῷ αὐτοῦ καὶ ἀϕελοῦμαι τὰ ἱμάτιά μου καὶ τὰ ὀϑόνιά μου τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς·
Verse: 12    
καὶ νῦν ἀποκαλύψω τὴν ἀκαϑαρσίαν αὐτῆς ἐνώπιον τῶν ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου·
Verse: 13    
καὶ ἀποστρέψω πάσας τὰς εὐϕροσύνας αὐτῆς, ἑορτὰς αὐτῆς καὶ τὰς νουμηνίας αὐτῆς καὶ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς πανηγύρεις αὐτῆς·
Verse: 14    
καὶ ἀϕανιῶ ἄμπελον αὐτῆς καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπεν Μισϑώματά μου ταῦτά ἐστιν ἔδωκάν μοι οἱ ἐρασταί μου, καὶ ϑήσομαι αὐτὰ εἰς μαρτύριον, καὶ καταϕάγεται αὐτὰ τὰ ϑηρία τοῦ ἀγροῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ ἑρπετὰ τῆς γῆς·
Verse: 15    
καὶ ἐκδικήσω ἐπ' αὐτὴν τὰς ἡμέρας τῶν Βααλιμ, ἐν αἷς ἐπέϑυεν αὐτοῖς καὶ περιετίϑετο τὰ ἐνώτια αὐτῆς καὶ τὰ καϑόρμια αὐτῆς καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάϑετο, λέγει κύριος.
Verse: 16    
Διὰ τοῦτο ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν καὶ τάξω αὐτὴν εἰς ἔρημον καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτῆς
Verse: 17    
καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖϑεν καὶ τὴν κοιλάδα Αχωρ διανοῖξαι σύνεσιν αὐτῆς, καὶ ταπεινωϑήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτῆς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου.
Verse: 18    
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, καλέσει με ῾Ο ἀνήρ μου, καὶ οὐ καλέσει με ἔτι Βααλιμ·
Verse: 19    
καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλιμ ἐκ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησϑῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν.
Verse: 20    
καὶ διαϑήσομαι αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διαϑήκην μετὰ τῶν ϑηρίων τοῦ ἀγροῦ καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ μετὰ τῶν ἑρπετῶν τῆς γῆς· καὶ τόξον καὶ ῥομϕαίαν καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς καὶ κατοικιῶ σε ἐπ' ἐλπίδι.
Verse: 21    
καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτιρμοῖς
Verse: 22    
καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν κύριον.
Verse: 23    
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ οὐρανὸς ἐπακούσεται τῇ γῇ,
Verse: 24    
καὶ γῆ ἐπακούσεται τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ αὐτὰ ἐπακούσεται τῷ Ιεζραελ.
Verse: 25    
καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ τῆς γῆς καὶ ἐλεήσω τὴν Οὐκ ἠλεημένην καὶ ἐρῶ τῷ Οὐ λαῷ μου Λαός μου εἶ σύ, καὶ αὐτὸς ἐρεῖ Κύριος ϑεός μου εἶ σύ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.