TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 902
Chapter: 51
Verse: 1
᾽Εξομολογήσομαί
σοι
,
κύριε
βασιλεῦ
,
καὶ
αἰνέσω
σε
ϑεὸν
τὸν
σωτῆρά
μου
,
ἐξομολογοῦμαι
τῷ
ὀνόματί
σου
,
Verse: 2
ὅτι
σκεπαστὴς
καὶ
βοηϑὸς
ἐγένου
μοι
καὶ
ἐλυτρώσω
τὸ
σῶμά
μου
ἐξ
ἀπωλείας
καὶ
ἐκ
παγίδος
διαβολῆς
γλώσσης
,
ἀπὸ
χειλέων
ἐργαζομένων
ψεῦδος
καὶ
ἔναντι
τῶν
παρεστηκότων
ἐγένου
βοηϑὸς
καὶ
ἐλυτρώσω
με
Verse: 3
κατὰ
τὸ
πλῆϑος
ἐλέους
καὶ
ὀνόματός
σου
ἐκ
βρυγμῶν
ἕτοιμον
εἰς
βρῶμα
,
ἐκ
χειρὸς
ζητούντων
τὴν
ψυχήν
μου
,
ἐκ
πλειόνων
ϑλίψεων
,
ὧν
ἔσχον
,
Verse: 4
ἀπὸ
πνιγμοῦ
πυρᾶς
κυκλόϑεν
καὶ
ἐκ
μέσου
πυρός
,
οὗ
οὐκ
ἐξέκαυσα
,
Verse: 5
ἐκ
βάϑους
κοιλίας
ᾅδου
καὶ
ἀπὸ
γλώσσης
ἀκαϑάρτου
καὶ
λόγου
ψευδοῦς
.
Verse: 6
βασιλεῖ
διαβολὴ
γλώσσης
ἀδίκου
.
ἤγγισεν
ἕως
ϑανάτου
ἡ
ψυχή
μου
,
καὶ
ἡ
ζωή
μου
ἦν
σύνεγγυς
ᾅδου
κάτω
.
Verse: 7
περιέσχον
με
πάντοϑεν
,
καὶ
οὐκ
ἦν
ὁ
βοηϑῶν
·
ἐνέβλεπον
εἰς
ἀντίλημψιν
ἀνϑρώπων
,
καὶ
οὐκ
ἦν
.
Verse: 8
καὶ
ἐμνήσϑην
τοῦ
ἐλέους
σου
,
κύριε
,
καὶ
τῆς
ἐργασίας
σου
τῆς
ἀπ
'
αἰῶνος
,
ὅτι
ἐξαιρῇ
τοὺς
ὑπομένοντάς
σε
καὶ
σῴζεις
αὐτοὺς
ἐκ
χειρὸς
ἐχϑρῶν
.
Verse: 9
καὶ
ἀνύψωσα
ἀπὸ
γῆς
ἱκετείαν
μου
καὶ
ὑπὲρ
ϑανάτου
ῥύσεως
ἐδεήϑην
·
Verse: 10
ἐπεκαλεσάμην
κύριον
πατέρα
κυρίου
μου
μή
με
ἐγκαταλιπεῖν
ἐν
ἡμέραις
ϑλίψεως
,
ἐν
καιρῷ
ὑπερηϕανιῶν
ἀβοηϑησίας
·
αἰνέσω
τὸ
ὄνομά
σου
ἐνδελεχῶς
καὶ
ὑμνήσω
ἐν
ἐξομολογήσει
.
Verse: 11
καὶ
εἰσηκούσϑη
ἡ
δέησίς
μου
·
ἔσωσας
γάρ
με
ἐξ
ἀπωλείας
καὶ
ἐξείλου
με
ἐκ
καιροῦ
πονηροῦ
.
Verse: 12
διὰ
τοῦτο
ἐξομολογήσομαί
σοι
καὶ
αἰνέσω
σε
καὶ
εὐλογήσω
τῷ
ὀνόματι
κυρίου
.
Verse: 13
῎Ετι
ὢν
νεώτερος
πρὶν
ἢ
πλανηϑῆναί
με
ἐζήτησα
σοϕίαν
προϕανῶς
ἐν
προσευχῇ
μου
.
Verse: 14
ἔναντι
ναοῦ
ἠξίουν
περὶ
αὐτῆς
καὶ
ἕως
ἐσχάτων
ἐκζητήσω
αὐτήν
.
Verse: 15
ἐξ
ἄνϑους
ὡς
περκαζούσης
σταϕυλῆς
εὐϕράνϑη
ἡ
καρδία
μου
ἐν
αὐτῇ
.
ἐπέβη
ὁ
πούς
μου
ἐν
εὐϑύτητι
,
ἐκ
νεότητός
μου
ἴχνευον
αὐτήν
.
Verse: 16
ἔκλινα
ὀλίγον
τὸ
οὖς
μου
καὶ
ἐδεξάμην
καὶ
πολλὴν
εὗρον
ἐμαυτῷ
παιδείαν
.
Verse: 17
προκοπὴ
ἐγένετό
μοι
ἐν
αὐτῇ
·
τῷ
διδόντι
μοι
σοϕίαν
δώσω
δόξαν
.
Verse: 18
διενοήϑην
γὰρ
τοῦ
ποιῆσαι
αὐτὴν
καὶ
ἐζήλωσα
τὸ
ἀγαϑὸν
καὶ
οὐ
μὴ
αἰσχυνϑῶ
.
Verse: 19
διαμεμάχισται
ἡ
ψυχή
μου
ἐν
αὐτῇ
καὶ
ἐν
ποιήσει
νόμου
διηκριβασάμην
.
τὰς
χεῖράς
μου
ἐξεπέτασα
πρὸς
ὕψος
καὶ
τὰ
ἀγνοήματα
αὐτῆς
ἐπένϑησα
.
Verse: 20
τὴν
ψυχήν
μου
κατεύϑυνα
εἰς
αὐτὴν
καὶ
ἐν
καϑαρισμῷ
εὗρον
αὐτήν
.
καρδίαν
ἐκτησάμην
μετ
'
αὐτῆς
ἀπ
'
ἀρχῆς
·
διὰ
τοῦτο
οὐ
μὴ
ἐγκαταλειϕϑῶ
.
Verse: 21
καὶ
ἡ
κοιλία
μου
ἐταράχϑη
τοῦ
ἐκζητῆσαι
αὐτήν
·
διὰ
τοῦτο
ἐκτησάμην
ἀγαϑὸν
κτῆμα
.
Verse: 22
ἔδωκεν
κύριος
γλῶσσάν
μοι
μισϑόν
μου
,
καὶ
ἐν
αὐτῇ
αἰνέσω
αὐτόν
.
Verse: 23
ἐγγίσατε
πρός
με
,
ἀπαίδευτοι
,
καὶ
αὐλίσϑητε
ἐν
οἴκῳ
παιδείας
.
Verse: 24
τί
ὅτι
ὑστερεῖσϑαι
λέγετε
ἐν
τούτοις
καὶ
αἱ
ψυχαὶ
ὑμῶν
διψῶσι
σϕόδρα
;
Verse: 25
ἤνοιξα
τὸ
στόμα
μου
καὶ
ἐλάλησα
Κτήσασϑε
ἑαυτοῖς
ἄνευ
ἀργυρίου
.
Verse: 26
τὸν
τράχηλον
ὑμῶν
ὑπόϑετε
ὑπὸ
ζυγόν
,
καὶ
ἐπιδεξάσϑω
ἡ
ψυχὴ
ὑμῶν
παιδείαν
.
ἐγγύς
ἐστιν
εὑρεῖν
αὐτήν
.
Verse: 27
ἴδετε
ἐν
ὀϕϑαλμοῖς
ὑμῶν
ὅτι
ὀλίγον
ἐκοπίασα
καὶ
εὗρον
ἐμαυτῷ
πολλὴν
ἀνάπαυσιν
.
Verse: 28
μετάσχετε
παιδείας
ἐν
πολλῷ
ἀριϑμῷ
ἀργυρίου
καὶ
πολὺν
χρυσὸν
κτήσασϑε
ἐν
αὐτῇ
.
Verse: 29
εὐϕρανϑείη
ἡ
ψυχὴ
ὑμῶν
ἐν
τῷ
ἐλέει
αὐτοῦ
,
καὶ
μὴ
αἰσχυνϑείητε
ἐν
αἰνέσει
αὐτοῦ
.
Verse: 30
ἐργάζεσϑε
τὸ
ἔργον
ὑμῶν
πρὸ
καιροῦ
,
καὶ
δώσει
τὸν
μισϑὸν
ὑμῶν
ἐν
καιρῷ
αὐτοῦ
. //
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.