TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 896
Previous part

Chapter: 45 
Verse: 1    Καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους
   
εὑρίσκοντα χάριν ἐν ὀϕϑαλμοῖς πάσης σαρκὸς
   
ἠγαπημένον ὑπὸ ϑεοῦ καὶ ἀνϑρώπων
   
Μωυσῆν, οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις·
Verse: 2    
ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων
   
καὶ ἐμεγάλυνεν αὐτὸν ἐν ϕόβοις ἐχϑρῶν·
Verse: 3    
ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν,
   
ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων·
   
ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ
   
καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ·
Verse: 4    
ἐν πίστει καὶ πραύτητι αὐτὸν ἡγίασεν,
   
ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός·
Verse: 5    
ἠκούτισεν αὐτὸν τῆς ϕωνῆς αὐτοῦ
   
καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόϕον
   
καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς,
   
νόμον ζωῆς καὶ ἐπιστήμης,
   
διδάξαι τὸν Ιακωβ διαϑήκην
   
καὶ κρίματα αὐτοῦ τὸν Ισραηλ.
Verse: 6    
Ααρων ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ
   
ἀδελϕὸν αὐτοῦ ἐκ ϕυλῆς Λευι·
Verse: 7    
ἔστησεν αὐτὸν διαϑήκην αἰῶνος
   
καὶ ἔδωκεν αὐτῷ ἱερατείαν λαοῦ·
   
ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ
   
καὶ περιέζωσεν αὐτὸν περιστολὴν δόξης·
Verse: 8    
ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος
   
καὶ ἐστερέωσεν αὐτὸν σκεύεσιν ἰσχύος,
   
περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα·
Verse: 9    
καὶ ἐκύκλωσεν αὐτὸν ῥοίσκοις,
   
χρυσοῖς κώδωσιν πλείστοις κυκλόϑεν,
   
ἠχῆσαι ϕωνὴν ἐν βήμασιν αὐτοῦ,
   
ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ
   
εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ·
Verse: 10    
στολῇ ἁγίᾳ, χρυσῷ καὶ ὑακίνϑῳ
   
καὶ πορϕύρᾳ, ἔργῳ ποικιλτοῦ,
   
λογείῳ κρίσεως, δήλοις ἀληϑείας,
   
κεκλωσμένῃ κόκκῳ, ἔργῳ τεχνίτου,
Verse: 11    
λίϑοις πολυτελέσιν γλύμματος σϕραγῖδος
   
ἐν δέσει χρυσίου, ἔργῳ λιϑουργοῦ,
   
εἰς μνημόσυνον ἐν γραϕῇ κεκολαμμένῃ
   
κατ' ἀριϑμὸν ϕυλῶν Ισραηλ·
Verse: 12    
στέϕανον χρυσοῦν ἐπάνω κιδάρεως,
   
ἐκτύπωμα σϕραγῖδος ἁγιάσματος,
   
καύχημα τιμῆς, ἔργον ἰσχύος,
   
ἐπιϑυμήματα ὀϕϑαλμῶν κοσμούμενα·
Verse: 13    
ὡραῖα πρὸ αὐτοῦ οὐ γέγονεν τοιαῦτα,
   
ἕως αἰῶνος οὐκ ἐνεδύσατο ἀλλογενὴς
   
πλὴν τῶν υἱῶν αὐτοῦ μόνον
   
καὶ τὰ ἔκγονα αὐτοῦ διὰ παντός.
Verse: 14    
ϑυσίαι αὐτοῦ ὁλοκαρπωϑήσονται
   
καϑ' ἡμέραν ἐνδελεχῶς δίς.
Verse: 15    
ἐπλήρωσεν Μωυσῆς τὰς χεῖρας
   
καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ·
   
ἐγενήϑη αὐτῷ εἰς διαϑήκην αἰῶνος
   
καὶ τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ
   
λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν
   
καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι.
Verse: 16    
ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος
   
προσαγαγεῖν κάρπωσιν κυρίῳ,
   
ϑυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον,
   
ἐξιλάσκεσϑαι περὶ τοῦ λαοῦ σου.
Verse: 17    
ἔδωκεν αὐτῷ ἐν ἐντολαῖς αὐτοῦ
   
ἐξουσίαν ἐν διαϑήκαις κριμάτων
   
διδάξαι τὸν Ιακωβ τὰ μαρτύρια
   
καὶ ἐν νόμῳ αὐτοῦ ϕωτίσαι Ισραηλ.
Verse: 18    
ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι
   
καὶ ἐζήλωσαν αὐτὸν ἐν τῇ ἐρήμῳ,
   
ἄνδρες οἱ περὶ Δαϑαν καὶ Αβιρων
   
καὶ συναγωγὴ Κορε ἐν ϑυμῷ καὶ ὀργῇ·
Verse: 19    
εἶδεν κύριος καὶ οὐκ εὐδόκησεν,
   
καὶ συνετελέσϑησαν ἐν ϑυμῷ ὀργῆς·
   
ἐποίησεν αὐτοῖς τέρατα
   
καταναλῶσαι ἐν πυρὶ ϕλογὸς αὐτοῦ.
Verse: 20    
καὶ προσέϑηκεν Ααρων δόξαν
   
καὶ ἔδωκεν αὐτῷ κληρονομίαν·
   
ἀπαρχὰς πρωτογενημάτων ἐμέρισεν αὐτῷ,
   
ἄρτον πρώτοις ἡτοίμασεν πλησμονήν·
Verse: 21    
καὶ γὰρ ϑυσίας κυρίου ϕάγονται,
   
ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ.
Verse: 22    
πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει,
   
καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ·
   
αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία.
Verse: 23    
Καὶ Φινεες υἱὸς Ελεαζαρ τρίτος εἰς δόξαν
   
ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν ϕόβῳ κυρίου
   
καὶ στῆναι αὐτὸν ἐν τροπῇ λαοῦ
   
ἐν ἀγαϑότητι προϑυμίας ψυχῆς αὐτοῦ·
   
καὶ ἐξιλάσατο περὶ τοῦ Ισραηλ.
Verse: 24    
διὰ τοῦτο ἐστάϑη αὐτῷ διαϑήκη εἰρήνης
   
προστατεῖν ἁγίων καὶ λαοῦ αὐτοῦ,
   
ἵνα αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ
   
ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας.
Verse: 25    
καὶ διαϑήκη τῷ Δαυιδ
   
υἱῷ Ιεσσαι ἐκ ϕυλῆς Ιουδα
   
κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου·
   
κληρονομία Ααρων καὶ τῷ σπέρματι αὐτοῦ.
Verse: 26    
δῴη ὑμῖν σοϕίαν ἐν καρδίᾳ ὑμῶν
   
κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ,
   
ἵνα μὴ ἀϕανισϑῇ τὰ ἀγαϑὰ αὐτῶν
   
καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.