TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 879
Previous part

Chapter: 28 
Verse: 1     ἐκδικῶν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν,
   
καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει.
Verse: 2    
ἄϕες ἀδίκημα τῷ πλησίον σου,
   
καὶ τότε δεηϑέντος σου αἱ ἁμαρτίαι σου λυϑήσονται.
Verse: 3    
ἄνϑρωπος ἀνϑρώπῳ συντηρεῖ ὀργήν,
   
καὶ παρὰ κυρίου ζητεῖ ἴασιν;
Verse: 4    
ἐπ' ἄνϑρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος,
   
καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται;
Verse: 5    
αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν,
   
τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ;
Verse: 6    
μνήσϑητι τὰ ἔσχατα καὶ παῦσαι ἐχϑραίνων,
   
καταϕϑορὰν καὶ ϑάνατον, καὶ ἔμμενε ἐντολαῖς.
Verse: 7    
μνήσϑητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον,
   
καὶ διαϑήκην ὑψίστου καὶ πάριδε ἄγνοιαν.
Verse: 8    
᾽Απόσχου ἀπὸ μάχης, καὶ ἐλαττώσεις ἁμαρτίας·
   
ἄνϑρωπος γὰρ ϑυμώδης ἐκκαύσει μάχην,
Verse: 9    
καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει ϕίλους
   
καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλεῖ διαβολήν.
Verse: 10    
κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυϑήσεται,
   
καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυϑήσεται·
   
κατὰ τὴν ἰσχὺν τοῦ ἀνϑρώπου ϑυμὸς αὐτοῦ ἔσται,
   
καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ.
Verse: 11    
ἔρις κατασπευδομένη ἐκκαίει πῦρ,
   
καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα.
Verse: 12    
ἐὰν ϕυσήσῃς εἰς σπινϑῆρα, ἐκκαήσεται,
   
καὶ ἐὰν πτύσῃς ἐπ' αὐτόν, σβεσϑήσεται·
   
καὶ ἀμϕότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται.
Verse: 13    
Ψίϑυρον καὶ δίγλωσσον καταράσασϑε·
   
πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσεν.
Verse: 14    
γλῶσσα τρίτη πολλοὺς ἐσάλευσεν
   
καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔϑνους εἰς ἔϑνος
   
καὶ πόλεις ὀχυρὰς καϑεῖλεν
   
καὶ οἰκίας μεγιστάνων κατέστρεψεν.
Verse: 15    
γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλεν
   
καὶ ἐστέρεσεν αὐτὰς τῶν πόνων αὐτῶν.
Verse: 16    
προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν
   
οὐδὲ κατασκηνώσει μεϑ' ἡσυχίας.
Verse: 17    
πληγὴ μάστιγος ποιεῖ μώλωπα,
   
πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ.
Verse: 18    
πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας,
   
καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν.
Verse: 19    
μακάριος σκεπασϑεὶς ἀπ' αὐτῆς,
   
ὃς οὐ διῆλϑεν ἐν τῷ ϑυμῷ αὐτῆς,
   
ὃς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτῆς
   
καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέϑη·
Verse: 20    
γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς,
   
καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλκειοι·
Verse: 21    
ϑάνατος πονηρὸς ϑάνατος αὐτῆς,
   
καὶ λυσιτελὴς μᾶλλον ᾅδης αὐτῆς.
Verse: 22    
οὐ μὴ κρατήσῃ εὐσεβῶν,
   
καὶ ἐν τῇ ϕλογὶ αὐτῆς οὐ καήσονται.
Verse: 23    
οἱ καταλείποντες κύριον ἐμπεσοῦνται εἰς αὐτήν,
   
καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσϑῇ·
   
ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων
   
καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς.
Verse: 24    
ἰδὲ περίϕραξον τὸ κτῆμά σου ἀκάνϑαις,
   
τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον·
Verse: 25    
καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταϑμὸν
   
καὶ τῷ στόματί σου ποίησον ϑύραν καὶ μοχλόν.
Verse: 26    
πρόσεχε μήπως ὀλίσϑῃς ἐν αὐτῇ,
   
μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.