TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 659
Previous part

Chapter: 90 
Verse: 1  Αἶνος ᾠδῆς τῷ Δαυιδ.
῾Ο κατοικῶν ἐν βοηϑείᾳ τοῦ ὑψίστου
ἐν σκέπῃ τοῦ ϑεοῦ τοῦ οὐρανοῦ αὐλισϑήσεται.
Verse: 2 
ἐρεῖ τῷ κυρίῳ ᾽Αντιλήμπτωρ μου εἶ καὶ καταϕυγή μου,
ϑεός μου, ἐλπιῶ ἐπ' αὐτόν,
Verse: 3 
ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος ϑηρευτῶν
καὶ ἀπὸ λόγου ταραχώδους.
Verse: 4 
ἐν τοῖς μεταϕρένοις αὐτοῦ ἐπισκιάσει σοι,
καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς·
ὅπλῳ κυκλώσει σε ἀλήϑεια αὐτοῦ.
Verse: 5 
οὐ ϕοβηϑήσῃ ἀπὸ ϕόβου νυκτερινοῦ,
ἀπὸ βέλους πετομένου ἡμέρας,
Verse: 6 
ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει,
ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.
Verse: 7 
πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς
καὶ μυριὰς ἐκ δεξιῶν σου,
πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ·
Verse: 8 
πλὴν τοῖς ὀϕϑαλμοῖς σου κατανοήσεις
καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψῃ.
Verse: 9 
ὅτι σύ, κύριε, ἐλπίς μου·
τὸν ὕψιστον ἔϑου καταϕυγήν σου.
Verse: 10 
οὐ προσελεύσεται πρὸς σὲ κακά,
καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου,
Verse: 11 
ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ
τοῦ διαϕυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου·
Verse: 12 
ἐπὶ χειρῶν ἀροῦσίν σε,
μήποτε προσκόψῃς πρὸς λίϑον τὸν πόδα σου·
Verse: 13 
ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ
καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
Verse: 14 
ὅτι ἐπ' ἐμὲ ἤλπισεν, καὶ ῥύσομαι αὐτόν·
σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.
Verse: 15 
ἐπικαλέσεταί με, καὶ εἰσακούσομαι αὐτοῦ,
μετ' αὐτοῦ εἰμι ἐν ϑλίψει
καὶ ἐξελοῦμαι καὶ δοξάσω αὐτόν.
Verse: 16 
μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν
καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.