TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 658
Previous part

Chapter: 89 
Verse: 1  Προσευχὴ τοῦ Μωυσῆ ἀνϑρώπου τοῦ ϑεοῦ.
Κύριε, καταϕυγὴ ἐγενήϑης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ·
Verse: 2 
πρὸ τοῦ ὄρη γενηϑῆναι
καὶ πλασϑῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην
καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ.
Verse: 3 
μὴ ἀποστρέψῃς ἄνϑρωπον εἰς ταπείνωσιν·
καὶ εἶπας ᾽Επιστρέψατε, υἱοὶ ἀνϑρώπων.
Verse: 4 
ὅτι χίλια ἔτη ἐν ὀϕϑαλμοῖς σου
ὡς ἡμέρα ἐχϑές, ἥτις διῆλϑεν,
καὶ ϕυλακὴ ἐν νυκτί.
Verse: 5 
τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται.
τὸ πρωὶ ὡσεὶ χλόη παρέλϑοι,
Verse: 6 
τὸ πρωὶ ἀνϑήσαι καὶ παρέλϑοι,
τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνϑείη καὶ ξηρανϑείη.
Verse: 7 
ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου
καὶ ἐν τῷ ϑυμῷ σου ἐταράχϑημεν.
Verse: 8 
ἔϑου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου·
αἰὼν ἡμῶν εἰς ϕωτισμὸν τοῦ προσώπου σου.
Verse: 9 
ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον,
καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν·
τὰ ἔτη ἡμῶν ὡς ἀράχνην ἐμελέτων.
Verse: 10 
αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν, ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη,
ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη,
καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος·
ὅτι ἐπῆλϑεν πραύτης ἐϕ' ἡμᾶς, καὶ παιδευϑησόμεϑα.
Verse: 11 
τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου
καὶ ἀπὸ τοῦ ϕόβου σου τὸν ϑυμόν σου;
Verse: 12 
ἐξαριϑμήσασϑαι τὴν δεξιάν σου οὕτως γνώρισον
καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοϕίᾳ.
Verse: 13 
ἐπίστρεψον, κύριε· ἕως πότε;
καὶ παρακλήϑητι ἐπὶ τοῖς δούλοις σου.
Verse: 14 
ἐνεπλήσϑημεν τὸ πρωὶ τοῦ ἐλέους σου
καὶ ἠγαλλιασάμεϑα καὶ εὐϕράνϑημεν
ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν·
Verse: 15 
εὐϕράνϑημεν ἀνϑ' ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς,
ἐτῶν, ὧν εἴδομεν κακά.
Verse: 16 
καὶ ἰδὲ ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου
καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν,
Verse: 17 
καὶ ἔστω λαμπρότης κυρίου τοῦ ϑεοῦ ἡμῶν ἐϕ' ἡμᾶς,
καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύϑυνον ἐϕ' ἡμᾶς. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.