TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 317
Previous part

Chapter: 2 
Verse: 1    Καὶ ἤγγισαν αἱ ἡμέραι Δαυιδ ἀποϑανεῖν αὐτόν, καὶ ἐνετείλατο τῷ Σαλωμων υἱῷ αὐτοῦ λέγων
Verse: 2    
᾽Εγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς· καὶ ἰσχύσεις καὶ ἔσῃ εἰς ἄνδρα
Verse: 3    
καὶ ϕυλάξεις τὴν ϕυλακὴν κυρίου τοῦ ϑεοῦ σου τοῦ πορεύεσϑαι ἐν ταῖς ὁδοῖς αὐτοῦ ϕυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν νόμῳ Μωυσέως, ἵνα συνίῃς ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι,
Verse: 4    
ἵνα στήσῃ κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν λέγων ᾽Εὰν ϕυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσϑαι ἐνώπιον ἐμοῦ ἐν ἀληϑείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν, λέγων Οὐκ ἐξολεϑρευϑήσεταί σοι ἀνὴρ ἐπάνωϑεν ϑρόνου Ισραηλ.
Verse: 5    
καί γε σὺ ἔγνως ὅσα ἐποίησέν μοι Ιωαβ υἱὸς Σαρουιας, ὅσα ἐποίησεν τοῖς δυσὶν ἄρχουσιν τῶν δυνάμεων Ισραηλ, τῷ Αβεννηρ υἱῷ Νηρ καὶ τῷ Αμεσσαϊ υἱῷ Ιεϑερ, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξεν τὰ αἵματα πολέμου ἐν εἰρήνῃ καὶ ἔδωκεν αἷμα ἀϑῷον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσϕύι αὐτοῦ καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῷ ποδὶ αὐτοῦ·
Verse: 6    
καὶ ποιήσεις κατὰ τὴν σοϕίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου.
Verse: 7    
καὶ τοῖς υἱοῖς Βερζελλι τοῦ Γαλααδίτου ποιήσεις ἔλεος, καὶ ἔσονται ἐν τοῖς ἐσϑίουσιν τὴν τράπεζάν σου, ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου Αβεσσαλωμ τοῦ ἀδελϕοῦ σου.
Verse: 8    
καὶ ἰδοὺ μετὰ σοῦ Σεμεϊ υἱὸς Γηρα υἱὸς τοῦ Ιεμενι ἐκ Βαουριμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ, ἐπορευόμην εἰς Παρεμβολάς, καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ιορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν κυρίῳ λέγων Εἰ ϑανατώσω σε ἐν ῥομϕαίᾳ·
Verse: 9    
καὶ οὐ μὴ ἀϑῳώσῃς αὐτόν, ὅτι ἀνὴρ σοϕὸς εἶ σὺ καὶ γνώσῃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
Verse: 10    
καὶ ἐκοιμήϑη Δαυιδ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη ἐν πόλει Δαυιδ.
Verse: 11    
καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Δαυιδ ἐπὶ τὸν Ισραηλ, τεσσαράκοντα ἔτη· ἐν Χεβρων ἐβασίλευσεν ἔτη ἑπτὰ καὶ ἐν Ιερουσαλημ τριάκοντα τρία ἔτη.
Verse: 12    
Καὶ Σαλωμων ἐκάϑισεν ἐπὶ τοῦ ϑρόνου Δαυιδ τοῦ πατρὸς αὐτοῦ υἱὸς ἐτῶν δώδεκα, καὶ ἡτοιμάσϑη βασιλεία αὐτοῦ σϕόδρα.
Verse: 13    
καὶ εἰσῆλϑεν Αδωνιας υἱὸς Αγγιϑ πρὸς Βηρσαβεε μητέρα Σαλωμων καὶ προσεκύνησεν αὐτῇ. δὲ εἶπεν Εἰρήνη εἴσοδός σου; καὶ εἶπεν Εἰρήνη·
Verse: 14    
λόγος μοι πρὸς σέ. καὶ εἶπεν αὐτῷ Λάλησον.
Verse: 15    
καὶ εἶπεν αὐτῇ Σὺ οἶδας ὅτι ἐμοὶ ἦν βασιλεία καὶ ἐπ' ἐμὲ ἔϑετο πᾶς Ισραηλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα, καὶ ἐστράϕη βασιλεία καὶ ἐγενήϑη τῷ ἀδελϕῷ μου, ὅτι παρὰ κυρίου ἐγένετο αὐτῷ·
Verse: 16    
καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῷ Βηρσαβεε Λάλει.
Verse: 17    
καὶ εἶπεν αὐτῇ Εἰπὸν δὴ πρὸς Σαλωμων τὸν βασιλέα ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ καὶ δώσει μοι τὴν Αβισακ τὴν Σωμανῖτιν εἰς γυναῖκα.
Verse: 18    
καὶ εἶπεν Βηρσαβεε Καλῶς· ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ.
Verse: 19    
καὶ εἰσῆλϑεν Βηρσαβεε πρὸς τὸν βασιλέα Σαλωμων λαλῆσαι αὐτῷ περὶ Αδωνιου. καὶ ἐξανέστη βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ καὶ κατεϕίλησεν αὐτὴν καὶ ἐκάϑισεν ἐπὶ τοῦ ϑρόνου αὐτοῦ, καὶ ἐτέϑη ϑρόνος τῇ μητρὶ τοῦ βασιλέως καὶ ἐκάϑισεν ἐκ δεξιῶν αὐτοῦ.
Verse: 20    
καὶ εἶπεν αὐτῷ Αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῇ βασιλεύς Αἴτησαι, μῆτερ ἐμή, ὅτι οὐκ ἀποστρέψω σε.
Verse: 21    
καὶ εἶπεν Δοϑήτω δὲ Αβισακ Σωμανῖτις τῷ Αδωνια τῷ ἀδελϕῷ σου εἰς γυναῖκα.
Verse: 22    
καὶ ἀπεκρίϑη Σαλωμων βασιλεὺς καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Καὶ ἵνα τί σὺ ᾔτησαι τὴν Αβισακ τῷ Αδωνια; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν, ὅτι οὗτος ἀδελϕός μου μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ Αβιαϑαρ ἱερεὺς καὶ αὐτῷ Ιωαβ υἱὸς Σαρουιας ἀρχιστράτηγος ἑταῖρος.
Verse: 23    
καὶ ὤμοσεν βασιλεὺς Σαλωμων κατὰ τοῦ κυρίου λέγων Τάδε ποιήσαι μοι ϑεὸς καὶ τάδε προσϑείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Αδωνιας τὸν λόγον τοῦτον·
Verse: 24    
καὶ νῦν ζῇ κύριος, ὃς ἡτοίμασέν με καὶ ἔϑετό με ἐπὶ τὸν ϑρόνον Δαυιδ τοῦ πατρός μου καὶ αὐτὸς ἐποίησέν μοι οἶκον, καϑὼς ἐλάλησεν κύριος, ὅτι σήμερον ϑανατωϑήσεται Αδωνιας.
Verse: 25    
καὶ ἐξαπέστειλεν Σαλωμων βασιλεὺς ἐν χειρὶ Βαναιου υἱοῦ Ιωδαε καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέϑανεν Αδωνιας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Verse: 26    
Καὶ τῷ Αβιαϑαρ τῷ ἱερεῖ εἶπεν βασιλεύς ᾽Απότρεχε σὺ εἰς Αναϑωϑ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ ϑανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ οὐ ϑανατώσω σε, ὅτι ἦρας τὴν κιβωτὸν τῆς διαϑήκης κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήϑης ἐν ἅπασιν, οἷς ἐκακουχήϑη πατήρ μου.
Verse: 27    
καὶ ἐξέβαλεν Σαλωμων τὸν Αβιαϑαρ τοῦ μὴ εἶναι ἱερέα τοῦ κυρίου, πληρωϑῆναι τὸ ῥῆμα κυρίου, ἐλάλησεν ἐπὶ τὸν οἶκον Ηλι ἐν Σηλωμ.
Verse: 28    
καὶ ἀκοὴ ἦλϑεν ἕως Ιωαβ τοῦ υἱοῦ Σαρουιας [ὅτι Ιωαβ ἦν κεκλικὼς ὀπίσω Αδωνιου, καὶ ὀπίσω Σαλωμων οὐκ ἔκλινεν], καὶ ἔϕυγεν Ιωαβ εἰς τὸ σκήνωμα τοῦ κυρίου καὶ κατέσχεν τῶν κεράτων τοῦ ϑυσιαστηρίου.
Verse: 29    
καὶ ἀπηγγέλη τῷ Σαλωμων λέγοντες ὅτι ῎Εϕυγεν Ιωαβ εἰς τὴν σκηνὴν τοῦ κυρίου καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ ϑυσιαστηρίου. καὶ ἀπέστειλεν Σαλωμων πρὸς Ιωαβ λέγων Τί γέγονέν σοι, ὅτι πέϕευγας εἰς τὸ ϑυσιαστήριον; καὶ εἶπεν Ιωαβ ῞Οτι ἐϕοβήϑην ἀπὸ προσώπου σου, καὶ ἔϕυγον πρὸς κύριον. καὶ ἀπέστειλεν Σαλωμων βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε λέγων Πορεύου καὶ ἄνελε αὐτὸν καὶ ϑάψον αὐτόν.
Verse: 30    
καὶ ἦλϑεν Βαναιου υἱὸς Ιωδαε πρὸς Ιωαβ εἰς τὴν σκηνὴν τοῦ κυρίου καὶ εἶπεν αὐτῷ Τάδε λέγει βασιλεύς ῎Εξελϑε. καὶ εἶπεν Ιωαβ Οὐκ ἐκπορεύομαι, ὅτι ὧδε ἀποϑανοῦμαι. καὶ ἀπέστρεψεν Βαναιας υἱὸς Ιωδαε καὶ εἶπεν τῷ βασιλεῖ λέγων Τάδε λελάληκεν Ιωαβ καὶ τάδε ἀποκέκριταί μοι.
Verse: 31    
καὶ εἶπεν αὐτῷ βασιλεύς Πορεύου καὶ ποίησον αὐτῷ καϑὼς εἴρηκεν, καὶ ἄνελε αὐτὸν καὶ ϑάψεις αὐτὸν καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα, δωρεὰν ἐξέχεεν Ιωαβ, ἀπ' ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου·
Verse: 32    
καὶ ἀπέστρεψεν κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεϕαλὴν αὐτοῦ, ὡς ἀπήντησεν τοῖς δυσὶν ἀνϑρώποις τοῖς δικαίοις καὶ ἀγαϑοῖς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομϕαίᾳ, καὶ πατήρ μου Δαυιδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν, τὸν Αβεννηρ υἱὸν Νηρ ἀρχιστράτηγον Ισραηλ καὶ τὸν Αμεσσα υἱὸν Ιεϑερ ἀρχιστράτηγον Ιουδα·
Verse: 33    
καὶ ἐπεστράϕη τὰ αἵματα αὐτῶν εἰς κεϕαλὴν αὐτοῦ καὶ εἰς κεϕαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ ϑρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ κυρίου.
Verse: 34    
καὶ ἀπήντησεν Βαναιου υἱὸς Ιωδαε τῷ Ιωαβ καὶ ἐϑανάτωσεν αὐτὸν καὶ ἔϑαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ.
Verse: 35    
καὶ ἔδωκεν βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε ἀντ' αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ βασιλεία κατωρϑοῦτο ἐν Ιερουσαλημ· καὶ τὸν Σαδωκ τὸν ἱερέα ἔδωκεν βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Αβιαϑαρ.
Verse: 35a    
Καὶ ἔδωκεν κύριος ϕρόνησιν τῷ Σαλωμων καὶ σοϕίαν πολλὴν σϕόδρα καὶ πλάτος καρδίας ὡς ἄμμος παρὰ τὴν ϑάλασσαν,
Verse: 35b    
καὶ ἐπληϑύνϑη ϕρόνησις Σαλωμων σϕόδρα ὑπὲρ τὴν ϕρόνησιν πάντων ἀρχαίων υἱῶν καὶ ὑπὲρ πάντας ϕρονίμους Αἰγύπτου.
Verse: 35c    
καὶ ἔλαβεν τὴν ϑυγατέρα Φαραω καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον αὐτοῦ καὶ τὸν οἶκον κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ιερουσαλημ κυκλόϑεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησεν καὶ συνετέλεσεν.
Verse: 35d    
καὶ ἦν τῷ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει.
Verse: 35e    
καὶ ἐποίησεν Σαλωμων τὴν ϑάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν ϑάλασσαν τὴν χαλκῆν.
Verse: 35f    
καὶ ᾠκοδόμησεν τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψεν τὴν πόλιν Δαυιδ· οὕτως ϑυγάτηρ Φαραω ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυιδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησεν τὴν ἄκραν.
Verse: 35g    
καὶ Σαλωμων ἀνέϕερεν τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ ϑυσιαστήριον, ᾠκοδόμησεν τῷ κυρίῳ, καὶ ἐϑυμία ἐνώπιον κυρίου. καὶ συνετέλεσεν τὸν οἶκον.
Verse: 35h    
καὶ οὗτοι οἱ ἄρχοντες οἱ καϑεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμων· τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα.
Verse: 35i    
καὶ ᾠκοδόμησεν τὴν Ασσουρ καὶ τὴν Μαγδω καὶ τὴν Γαζερ καὶ τὴν Βαιϑωρων τὴν ἐπάνω καὶ τὰ Βααλαϑ·
Verse: 35k    
πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ κυρίου καὶ τὸ τεῖχος Ιερουσαλημ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησεν τὰς πόλεις ταύτας.
Verse: 35l    
Καὶ ἐν τῷ ἔτι Δαυιδ ζῆν ἐνετείλατο τῷ Σαλωμων λέγων ᾽Ιδοὺ μετὰ σοῦ Σεμεϊ υἱὸς Γηρα υἱὸς σπέρματος τοῦ Ιεμινι ἐκ Χεβρων·
Verse: 35m    
οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ἡμέρᾳ ἐπορευόμην εἰς Παρεμβολάς,
Verse: 35n    
καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ιορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ κυρίου λέγων Εἰ ϑανατωϑήσεται ἐν ῥομϕαίᾳ·
Verse: 35o    
καὶ νῦν μὴ ἀϑῳώσῃς αὐτόν, ὅτι ἀνὴρ ϕρόνιμος σὺ καὶ γνώσῃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
Verse: 36    
καὶ ἐκάλεσεν βασιλεὺς τὸν Σεμεϊ καὶ εἶπεν αὐτῷ Οἰκοδόμησον σεαυτῷ οἶκον ἐν Ιερουσαλημ καὶ κάϑου ἐκεῖ καὶ οὐκ ἐξελεύσῃ ἐκεῖϑεν οὐδαμοῦ·
Verse: 37    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κεδρων, γινώσκων γνώσῃ ὅτι ϑανάτῳ ἀποϑανῇ, τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεϕαλήν σου. καὶ ὥρκισεν αὐτὸν βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Verse: 38    
καὶ εἶπεν Σεμεϊ πρὸς τὸν βασιλέα ᾽Αγαϑὸν τὸ ῥῆμα, ἐλάλησας, κύριέ μου βασιλεῦ· οὕτω ποιήσει δοῦλός σου. καὶ ἐκάϑισεν Σεμεϊ ἐν Ιερουσαλημ τρία ἔτη.
Verse: 39    
καὶ ἐγενήϑη μετὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεϊ πρὸς Αγχους υἱὸν Μααχα βασιλέα Γεϑ, καὶ ἀπηγγέλη τῷ Σεμεϊ λέγοντες ᾽Ιδοὺ οἱ δοῦλοί σου ἐν Γεϑ·
Verse: 40    
καὶ ἀνέστη Σεμεϊ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύϑη εἰς Γεϑ πρὸς Αγχους τοῦ ἐκζητῆσαι τοὺς δούλους αὐτοῦ, καὶ ἐπορεύϑη Σεμεϊ καὶ ἤγαγεν τοὺς δούλους αὐτοῦ ἐκ Γεϑ.
Verse: 41    
καὶ ἀπηγγέλη τῷ Σαλωμων λέγοντες ὅτι ᾽Επορεύϑη Σεμεϊ ἐξ Ιερουσαλημ εἰς Γεϑ καὶ ἀπέστρεψεν τοὺς δούλους αὐτοῦ.
Verse: 42    
καὶ ἀπέστειλεν βασιλεὺς καὶ ἐκάλεσεν τὸν Σεμεϊ καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ ὥρκισά σε κατὰ τοῦ κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων ᾽Εν ἂν ἡμέρᾳ ἐξέλϑῃς ἐξ Ιερουσαλημ καὶ πορευϑῇς εἰς δεξιὰ εἰς ἀριστερά, γινώσκων γνώσῃ ὅτι ϑανάτῳ ἀποϑανῇ;
Verse: 43    
καὶ τί ὅτι οὐκ ἐϕύλαξας τὸν ὅρκον κυρίου καὶ τὴν ἐντολήν, ἣν ἐνετειλάμην κατὰ σοῦ;
Verse: 44    
καὶ εἶπεν βασιλεὺς πρὸς Σεμεϊ Σὺ οἶδας πᾶσαν τὴν κακίαν σου, ἣν ἔγνω καρδία σου, ἐποίησας τῷ Δαυιδ τῷ πατρί μου, καὶ ἀνταπέδωκεν κύριος τὴν κακίαν σου εἰς κεϕαλήν σου·
Verse: 45    
καὶ βασιλεὺς Σαλωμων ηὐλογημένος, καὶ ϑρόνος Δαυιδ ἔσται ἕτοιμος ἐνώπιον κυρίου εἰς τὸν αἰῶνα.
Verse: 46    
καὶ ἐνετείλατο βασιλεὺς Σαλωμων τῷ Βαναια υἱῷ Ιωδαε, καὶ ἐξῆλϑεν καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέϑανεν.
Verse: 46a    
Καὶ ἦν βασιλεὺς Σαλωμων ϕρόνιμος σϕόδρα καὶ σοϕός, καὶ Ιουδα καὶ Ισραηλ πολλοὶ σϕόδρα ὡς ἄμμος ἐπὶ τῆς ϑαλάσσης εἰς πλῆϑος, ἐσϑίοντες καὶ πίνοντες καὶ χαίροντες·
Verse: 46b    
καὶ Σαλωμων ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσϕέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμων πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.
Verse: 46c    
καὶ Σαλωμων ἤρξατο διανοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου,
Verse: 46d    
καὶ αὐτὸς ᾠκοδόμησεν τὴν Θερμαι ἐν τῇ ἐρήμῳ.
Verse: 46e    
καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμων· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάϕων καὶ δορκάδων καὶ ὀρνίϑων ἐκλεκτῶν νομάδων.
Verse: 46f    
ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ραϕι ἕως Γάζης, ἐν πᾶσιν τοῖς βασιλεῦσιν πέραν τοῦ ποταμοῦ·
Verse: 46g    
καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόϑεν, καὶ κατῴκει Ιουδα καὶ Ισραηλ πεποιϑότες, ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσϑίοντες καὶ πίνοντες, ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε πάσας τὰς ἡμέρας Σαλωμων.
Verse: 46h    
καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμων· Αζαριον υἱὸς Σαδωκ τοῦ ἱερέως καὶ Ορνιου υἱὸς Ναϑαν ἄρχων τῶν ἐϕεστηκότων καὶ Εδραμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ Σουβα γραμματεὺς καὶ Βασα υἱὸς Αχιϑαλαμ ἀναμιμνῄσκων καὶ Αβι υἱὸς Ιωαβ ἀρχιστράτηγος καὶ Αχιρε υἱὸς Εδραϊ ἐπὶ τὰς ἄρσεις καὶ Βαναια υἱὸς Ιωδαε ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινϑείου καὶ Ζαχουρ υἱὸς Ναϑαν σύμβουλος.
Verse: 46i    
καὶ ἦσαν τῷ Σαλωμων τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων.
Verse: 46k    
καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοϕύλων καὶ ἕως ὁρίων Αἰγύπτου.
Verse: 46l    
Σαλωμων υἱὸς Δαυιδ ἐβασίλευσεν ἐπὶ Ισραηλ καὶ Ιουδα ἐν Ιερουσαλημ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.