TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 316
Previous part

Book: Reg.III_(Reg.I) 
ΒΑΣΙΛΕΙΩΝ Γ'


Chapter: 1 
Verse: 1    Καὶ βασιλεὺς Δαυιδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐϑερμαίνετο.
Verse: 2    
καὶ εἶπον οἱ παῖδες αὐτοῦ Ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ παρϑένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν ϑάλπουσα καὶ κοιμηϑήσεται μετ' αὐτοῦ, καὶ ϑερμανϑήσεται κύριος ἡμῶν βασιλεύς.
Verse: 3    
καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ισραηλ καὶ εὗρον τὴν Αβισακ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα.
Verse: 4    
καὶ νεᾶνις καλὴ ἕως σϕόδρα· καὶ ἦν ϑάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ βασιλεὺς οὐκ ἔγνω αὐτήν.
Verse: 5    
Καὶ Αδωνιας υἱὸς Αγγιϑ ἐπῄρετο λέγων ᾽Εγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσϑεν αὐτοῦ.
Verse: 6    
καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν πατὴρ αὐτοῦ οὐδέποτε λέγων Διὰ τί σὺ ἐποίησας; καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σϕόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω Αβεσσαλωμ.
Verse: 7    
καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ιωαβ τοῦ υἱοῦ Σαρουιας καὶ μετὰ Αβιαϑαρ τοῦ ἱερέως, καὶ ἐβοήϑουν ὀπίσω Αδωνιου·
Verse: 8    
καὶ Σαδωκ ἱερεὺς καὶ Βαναιας υἱὸς Ιωδαε καὶ Ναϑαν προϕήτης καὶ Σεμεϊ καὶ Ρηι καὶ οἱ δυνατοὶ τοῦ Δαυιδ οὐκ ἦσαν ὀπίσω Αδωνιου.
Verse: 9    
καὶ ἐϑυσίασεν Αδωνιας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ λίϑου τοῦ Ζωελεϑ, ὃς ἦν ἐχόμενα τῆς πηγῆς Ρωγηλ, καὶ ἐκάλεσεν πάντας τοὺς ἀδελϕοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς Ιουδα, παῖδας τοῦ βασιλέως·
Verse: 10    
καὶ τὸν Ναϑαν τὸν προϕήτην καὶ Βαναιαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμων ἀδελϕὸν αὐτοῦ οὐκ ἐκάλεσεν.
Verse: 11    
Καὶ εἶπεν Ναϑαν πρὸς Βηρσαβεε μητέρα Σαλωμων λέγων Οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Αδωνιας υἱὸς Αγγιϑ; καὶ κύριος ἡμῶν Δαυιδ οὐκ ἔγνω.
Verse: 12    
καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμων·
Verse: 13    
δεῦρο εἴσελϑε πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα Οὐχὶ σύ, κύριέ μου βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι Σαλωμων υἱός σου βασιλεύσει μετ' ἐμὲ καὶ αὐτὸς καϑιεῖται ἐπὶ τοῦ ϑρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν Αδωνιας;
Verse: 14    
καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου.
Verse: 15    
καὶ εἰσῆλϑεν Βηρσαβεε πρὸς τὸν βασιλέα εἰς τὸ ταμίειον, καὶ βασιλεὺς πρεσβύτης σϕόδρα, καὶ Αβισακ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ.
Verse: 16    
καὶ ἔκυψεν Βηρσαβεε καὶ προσεκύνησεν τῷ βασιλεῖ. καὶ εἶπεν βασιλεύς Τί ἐστίν σοι;
Verse: 17    
δὲ εἶπεν Κύριέ μου βασιλεῦ, σὺ ὤμοσας ἐν κυρίῳ τῷ ϑεῷ σου τῷ δούλῃ σου λέγων ὅτι Σαλωμων υἱός σου βασιλεύσει μετ' ἐμὲ καὶ αὐτὸς καϑήσεται ἐπὶ τοῦ ϑρόνου μου.
Verse: 18    
καὶ νῦν ἰδοὺ Αδωνιας ἐβασίλευσεν, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως·
Verse: 19    
καὶ ἐϑυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆϑος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Αβιαϑαρ τὸν ἱερέα καὶ Ιωαβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν.
Verse: 20    
καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀϕϑαλμοὶ παντὸς Ισραηλ πρὸς σὲ ἀπαγγεῖλαι αὐτοῖς τίς καϑήσεται ἐπὶ τοῦ ϑρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ' αὐτόν.
Verse: 21    
καὶ ἔσται ὡς ἂν κοιμηϑῇ κύριός μου βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ υἱός μου Σαλωμων ἁμαρτωλοί.
Verse: 22    
καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Ναϑαν προϕήτης ἦλϑεν.
Verse: 23    
καὶ ἀνηγγέλη τῷ βασιλεῖ ᾽Ιδοὺ Ναϑαν προϕήτης· καὶ εἰσῆλϑεν κατὰ πρόσωπον τοῦ βασιλέως καὶ προσεκύνησεν τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.
Verse: 24    
καὶ εἶπεν Ναϑαν Κύριέ μου βασιλεῦ, σὺ εἶπας Αδωνιας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καϑήσεται ἐπὶ τοῦ ϑρόνου μου·
Verse: 25    
ὅτι κατέβη σήμερον καὶ ἐϑυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆϑος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ Αβιαϑαρ τὸν ἱερέα, καὶ ἰδού εἰσιν ἐσϑίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ καὶ εἶπαν Ζήτω βασιλεὺς Αδωνιας.
Verse: 26    
καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδωκ τὸν ἱερέα καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν.
Verse: 27    
εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονεν τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καϑήσεται ἐπὶ τὸν ϑρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ' αὐτόν;
Verse: 28    
καὶ ἀπεκρίϑη Δαυιδ καὶ εἶπεν Καλέσατέ μοι τὴν Βηρσαβεε· καὶ εἰσῆλϑεν ἐνώπιον τοῦ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτοῦ.
Verse: 29    
καὶ ὤμοσεν βασιλεὺς καὶ εἶπεν Ζῇ κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης ϑλίψεως,
Verse: 30    
ὅτι καϑὼς ὤμοσά σοι ἐν κυρίῳ τῷ ϑεῷ Ισραηλ λέγων ὅτι Σαλωμων υἱός σου βασιλεύσει μετ' ἐμὲ καὶ αὐτὸς καϑήσεται ἐπὶ τοῦ ϑρόνου μου ἀντ' ἐμοῦ, ὅτι οὕτως ποιήσω τῇ ἡμέρᾳ ταύτῃ.
Verse: 31    
καὶ ἔκυψεν Βηρσαβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν Ζήτω κύριός μου βασιλεὺς Δαυιδ εἰς τὸν αἰῶνα.
Verse: 32    
καὶ εἶπεν βασιλεὺς Δαυιδ Καλέσατέ μοι Σαδωκ τὸν ἱερέα καὶ Ναϑαν τὸν προϕήτην καὶ Βαναιαν υἱὸν Ιωδαε· καὶ εἰσῆλϑον ἐνώπιον τοῦ βασιλέως.
Verse: 33    
καὶ εἶπεν βασιλεὺς αὐτοῖς Λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεϑ' ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμων ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὸν Γιων,
Verse: 34    
καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδωκ ἱερεὺς καὶ Ναϑαν προϕήτης εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε Ζήτω βασιλεὺς Σαλωμων.
Verse: 35    
καὶ καϑήσεται ἐπὶ τοῦ ϑρόνου μου καὶ αὐτὸς βασιλεύσει ἀντ' ἐμοῦ, καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ισραηλ καὶ Ιουδα.
Verse: 36    
καὶ ἀπεκρίϑη Βαναιας υἱὸς Ιωδαε τῷ βασιλεῖ καὶ εἶπεν Γένοιτο· οὕτως πιστώσαι κύριος ϑεὸς τοῦ κυρίου μου τοῦ βασιλέως·
Verse: 37    
καϑὼς ἦν κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμων καὶ μεγαλύναι τὸν ϑρόνον αὐτοῦ ὑπὲρ τὸν ϑρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυιδ.
Verse: 38    
καὶ κατέβη Σαδωκ ἱερεὺς καὶ Ναϑαν προϕήτης καὶ Βαναιας υἱὸς Ιωδαε καὶ χερεϑϑι καὶ ϕελεϑϑι καὶ ἐπεκάϑισαν τὸν Σαλωμων ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυιδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸν Γιων.
Verse: 39    
καὶ ἔλαβεν Σαδωκ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισεν τὸν Σαλωμων καὶ ἐσάλπισεν τῇ κερατίνῃ, καὶ εἶπεν πᾶς λαός Ζήτω βασιλεὺς Σαλωμων.
Verse: 40    
καὶ ἀνέβη πᾶς λαὸς ὀπίσω αὐτοῦ καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐϕραινόμενοι εὐϕροσύνην μεγάλην, καὶ ἐρράγη γῆ ἐν τῇ ϕωνῇ αὐτῶν.
Verse: 41    
Καὶ ἤκουσεν Αδωνιας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν ϕαγεῖν· καὶ ἤκουσεν Ιωαβ τὴν ϕωνὴν τῆς κερατίνης καὶ εἶπεν Τίς ϕωνὴ τῆς πόλεως ἠχούσης;
Verse: 42    
ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ιωναϑαν υἱὸς Αβιαϑαρ τοῦ ἱερέως ἦλϑεν, καὶ εἶπεν Αδωνιας Εἴσελϑε, ὅτι ἀνὴρ δυνάμεως εἶ σύ, καὶ ἀγαϑὰ εὐαγγέλισαι.
Verse: 43    
καὶ ἀπεκρίϑη Ιωναϑαν καὶ εἶπεν Καὶ μάλα κύριος ἡμῶν βασιλεὺς Δαυιδ ἐβασίλευσεν τὸν Σαλωμων·
Verse: 44    
καὶ ἀπέστειλεν βασιλεὺς μετ' αὐτοῦ τὸν Σαδωκ τὸν ἱερέα καὶ Ναϑαν τὸν προϕήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ τὸν χερεϑϑι καὶ τὸν ϕελεϑϑι, καὶ ἐπεκάϑισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως·
Verse: 45    
καὶ ἔχρισαν αὐτὸν Σαδωκ ἱερεὺς καὶ Ναϑαν προϕήτης εἰς βασιλέα ἐν τῷ Γιων, καὶ ἀνέβησαν ἐκεῖϑεν εὐϕραινόμενοι, καὶ ἤχησεν πόλις· αὕτη ϕωνή, ἣν ἠκούσατε.
Verse: 46    
καὶ ἐκάϑισεν Σαλωμων ἐπὶ ϑρόνον τῆς βασιλείας,
Verse: 47    
καὶ εἰσῆλϑον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυιδ λέγοντες ᾽Αγαϑύναι ϑεὸς τὸ ὄνομα Σαλωμων τοῦ υἱοῦ σου ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν ϑρόνον αὐτοῦ ὑπὲρ τὸν ϑρόνον σου· καὶ προσεκύνησεν βασιλεὺς ἐπὶ τὴν κοίτην αὐτοῦ,
Verse: 48    
καί γε οὕτως εἶπεν βασιλεύς Εὐλογητὸς κύριος ϑεὸς Ισραηλ, ὃς ἔδωκεν σήμερον ἐκ τοῦ σπέρματός μου καϑήμενον ἐπὶ τοῦ ϑρόνου μου, καὶ οἱ ὀϕϑαλμοί μου βλέπουσιν.
Verse: 49    
Καὶ ἐξέστησαν καὶ ἐξανέστησαν πάντες οἱ κλητοὶ τοῦ Αδωνιου καὶ ἀπῆλϑον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ.
Verse: 50    
καὶ Αδωνιας ἐϕοβήϑη ἀπὸ προσώπου Σαλωμων καὶ ἀνέστη καὶ ἀπῆλϑεν καὶ ἐπελάβετο τῶν κεράτων τοῦ ϑυσιαστηρίου.
Verse: 51    
καὶ ἀνηγγέλη τῷ Σαλωμων λέγοντες ᾽Ιδοὺ Αδωνιας ἐϕοβήϑη τὸν βασιλέα Σαλωμων καὶ κατέχει τῶν κεράτων τοῦ ϑυσιαστηρίου λέγων ᾽Ομοσάτω μοι σήμερον βασιλεὺς Σαλωμων εἰ οὐ ϑανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ῥομϕαίᾳ.
Verse: 52    
καὶ εἶπεν Σαλωμων ᾽Εὰν γένηται εἰς υἱὸν δυνάμεως, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεϑῇ ἐν αὐτῷ, ϑανατωϑήσεται.
Verse: 53    
καὶ ἀπέστειλεν βασιλεὺς Σαλωμων καὶ κατήνεγκεν αὐτὸν ἀπάνωϑεν τοῦ ϑυσιαστηρίου· καὶ εἰσῆλϑεν καὶ προσεκύνησεν τῷ βασιλεῖ Σαλωμων, καὶ εἶπεν αὐτῷ Σαλωμων Δεῦρο εἰς τὸν οἶκόν σου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.