TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 313
Previous part

Chapter: 22 
Verse: 1    Καὶ ἐλάλησεν Δαυιδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ ἐξείλατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχϑρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαουλ,
Verse: 2    
καὶ εἶπεν Κύριε, πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί,
Verse: 3    
ϑεός μου ϕύλαξ ἔσται μου, πεποιϑὼς ἔσομαι ἐπ' αὐτῷ, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήμπτωρ μου καὶ καταϕυγή μου σωτηρίας μου, ἐξ ἀδίκου σώσεις με.
Verse: 4    
αἰνετὸν ἐπικαλέσομαι κύριον καὶ ἐκ τῶν ἐχϑρῶν μου σωϑήσομαι.
Verse: 5    
ὅτι περιέσχον με συντριμμοὶ ϑανάτου, χείμαρροι ἀνομίας ἐϑάμβησάν με·
Verse: 6    
ὠδῖνες ϑανάτου ἐκύκλωσάν με, προέϕϑασάν με σκληρότητες ϑανάτου.
Verse: 7    
ἐν τῷ ϑλίβεσϑαί με ἐπικαλέσομαι κύριον καὶ πρὸς τὸν ϑεόν μου βοήσομαι· καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ ϕωνῆς μου, καὶ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ.
Verse: 8    
καὶ ἐταράχϑη καὶ ἐσείσϑη γῆ, καὶ τὰ ϑεμέλια τοῦ οὐρανοῦ συνεταράχϑησαν καὶ ἐσπαράχϑησαν, ὅτι ἐϑυμώϑη κύριος αὐτοῖς.
Verse: 9    
ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται, ἄνϑρακες ἐξεκαύϑησαν ἀπ' αὐτοῦ.
Verse: 10    
καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόϕος ὑποκάτω τῶν ποδῶν αὐτοῦ.
Verse: 11    
καὶ ἐπεκάϑισεν ἐπὶ χερουβιν καὶ ἐπετάσϑη καὶ ὤϕϑη ἐπὶ πτερύγων ἀνέμου.
Verse: 12    
καὶ ἔϑετο σκότος ἀποκρυϕὴν αὐτοῦ κύκλῳ αὐτοῦ, σκηνὴ αὐτοῦ σκότος ὑδάτων· ἐπάχυνεν ἐν νεϕέλαις ἀέρος.
Verse: 13    
ἀπὸ τοῦ ϕέγγους ἐναντίον αὐτοῦ ἐξεκαύϑησαν ἄνϑρακες πυρός.
Verse: 14    
ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος, καὶ ὕψιστος ἔδωκεν ϕωνὴν αὐτοῦ
Verse: 15    
καὶ ἀπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτούς, ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς.
Verse: 16    
καὶ ὤϕϑησαν ἀϕέσεις ϑαλάσσης, καὶ ἀπεκαλύϕϑη ϑεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει κυρίου, ἀπὸ πνοῆς πνεύματος ϑυμοῦ αὐτοῦ.
Verse: 17    
ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με, εἵλκυσέν με ἐξ ὑδάτων πολλῶν·
Verse: 18    
ἐρρύσατό με ἐξ ἐχϑρῶν μου ἰσχύος, ἐκ τῶν μισούντων με, ὅτι ἐκραταιώϑησαν ὑπὲρ ἐμέ.
Verse: 19    
προέϕϑασάν με ἐν ἡμέρᾳ ϑλίψεώς μου, καὶ ἐγένετο κύριος ἐπιστήριγμά μου
Verse: 20    
καὶ ἐξήγαγέν με εἰς πλατυσμὸν καὶ ἐξείλατό με, ὅτι εὐδόκησεν ἐν ἐμοί.
Verse: 21    
καὶ ἀνταπέδωκέν μοι κύριος κατὰ τὴν δικαιοσύνην μου, κατὰ τὴν καϑαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέν μοι,
Verse: 22    
ὅτι ἐϕύλαξα ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ ϑεοῦ μου,
Verse: 23    
ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου, καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπ' αὐτῶν.
Verse: 24    
καὶ ἔσομαι ἄμωμος αὐτῷ καὶ προϕυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.
Verse: 25    
καὶ ἀποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καϑαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν // ὀϕϑαλμῶν αὐτοῦ.
Verse: 26    
μετὰ ὁσίου ὁσιωϑήσῃ καὶ μετὰ ἀνδρὸς τελείου τελειωϑήσῃ
Verse: 27    
καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ στρεβλωϑήσῃ.
Verse: 28    
καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀϕϑαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις.
Verse: 29    
ὅτι σὺ λύχνος μου, κύριε, καὶ κύριος ἐκλάμψει μοι τὸ σκότος μου.
Verse: 30    
ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος καὶ ἐν τῷ ϑεῷ μου ὑπερβήσομαι τεῖχος.
Verse: 31    
ἰσχυρός, ἄμωμος ὁδὸς αὐτοῦ, τὸ ῥῆμα κυρίου κραταιόν, πεπυρωμένον, ὑπερασπιστής ἐστιν πᾶσιν τοῖς πεποιϑόσιν ἐπ' αὐτῷ.
Verse: 32    
τίς ἰσχυρὸς πλὴν κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ ϑεοῦ ἡμῶν;
Verse: 33    
ἰσχυρὸς κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου·
Verse: 34    
τιϑεὶς τοὺς πόδας μου ὡς ἐλάϕων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με·
Verse: 35    
διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου.
Verse: 36    
καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ὑπακοή σου ἐπλήϑυνέν με
Verse: 37    
εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἐσαλεύϑησαν τὰ σκέλη μου.
Verse: 38    
διώξω ἐχϑρούς μου καὶ ἀϕανιῶ αὐτοὺς καὶ οὐκ ἀναστρέψω, ἕως συντελέσω αὐτούς·
Verse: 39    
καὶ ϑλάσω αὐτούς, καὶ οὐκ ἀναστήσονται καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου.
Verse: 40    
καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον, κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου·
Verse: 41    
καὶ τοὺς ἐχϑρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐϑανάτωσας αὐτούς.
Verse: 42    
βοήσονται, καὶ οὐκ ἔστιν βοηϑός, πρὸς κύριον, καὶ οὐχ ὑπήκουσεν αὐτῶν.
Verse: 43    
καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς, ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς.
Verse: 44    
καὶ ῥύσῃ με ἐκ μάχης λαῶν, ϕυλάξεις με εἰς κεϕαλὴν ἐϑνῶν· λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσάν μοι,
Verse: 45    
υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου·
Verse: 46    
υἱοὶ ἀλλότριοι ἀπορριϕήσονται καὶ σϕαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν.
Verse: 47    
ζῇ κύριος, καὶ εὐλογητὸς ϕύλαξ μου, καὶ ὑψωϑήσεται ϑεός μου, ϕύλαξ τῆς σωτηρίας μου.
Verse: 48    
ἰσχυρὸς κύριος διδοὺς ἐκδικήσεις ἐμοί, παιδεύων λαοὺς ὑποκάτω μου
Verse: 49    
καὶ ἐξάγων με ἐξ ἐχϑρῶν μου, καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ῥύσῃ με.
Verse: 50    
διὰ τοῦτο ἐξομολογήσομαί σοι, κύριε, ἐν τοῖς ἔϑνεσιν καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ,
Verse: 51    
μεγαλύνων σωτηρίας βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.