TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 310
Previous part

Chapter: 19 
Verse: 1    καὶ ἐταράχϑη βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσεν· καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσϑαι αὐτόν Υἱέ μου Αβεσσαλωμ, υἱέ μου υἱέ μου Αβεσσαλωμ, τίς δῴη τὸν ϑάνατόν μου ἀντὶ σοῦ, ἐγὼ ἀντὶ σοῦ; Αβεσσαλωμ υἱέ μου υἱέ μου.
Verse: 2    
καὶ ἀνηγγέλη τῷ Ιωαβ λέγοντες ᾽Ιδοὺ βασιλεὺς κλαίει καὶ πενϑεῖ ἐπὶ Αβεσσαλωμ.
Verse: 3    
καὶ ἐγένετο σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένϑος παντὶ τῷ λαῷ, ὅτι ἤκουσεν λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων ὅτι Λυπεῖται βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ·
Verse: 4    
καὶ διεκλέπτετο λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελϑεῖν εἰς τὴν πόλιν, καϑὼς διακλέπτεται λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς ϕεύγειν ἐν τῷ πολέμῳ.
Verse: 5    
καὶ βασιλεὺς ἔκρυψεν τὸ πρόσωπον αὐτοῦ, καὶ ἔκραξεν βασιλεὺς ϕωνῇ μεγάλῃ λέγων Υἱέ μου Αβεσσαλωμ, Αβεσσαλωμ υἱέ μου.
Verse: 6    
καὶ εἰσῆλϑεν Ιωαβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπεν Κατῄσχυνας σήμερον τὸ πρόσωπον πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν ϑυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου
Verse: 7    
τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὔκ εἰσιν οἱ ἄρχοντές σου οὐδὲ παῖδες, ὅτι ἔγνωκα σήμερον ὅτι εἰ Αβεσσαλωμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐϑὲς ἦν ἐν ὀϕϑαλμοῖς σου·
Verse: 8    
καὶ νῦν ἀναστὰς ἔξελϑε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐλισϑήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην· καὶ ἐπίγνωϑι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελϑόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν.
Verse: 9    
καὶ ἀνέστη βασιλεὺς καὶ ἐκάϑισεν ἐν τῇ πύλῃ, καὶ πᾶς λαὸς ἀνήγγειλαν λέγοντες ᾽Ιδοὺ βασιλεὺς κάϑηται ἐν τῇ πύλῃ· καὶ εἰσῆλϑεν πᾶς λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως. Καὶ Ισραηλ ἔϕυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ.
Verse: 10    
καὶ ἦν πᾶς λαὸς κρινόμενος ἐν πάσαις ϕυλαῖς Ισραηλ λέγοντες ῾Ο βασιλεὺς Δαυιδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχϑρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἀλλοϕύλων, καὶ νῦν πέϕευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ ἀπὸ Αβεσσαλωμ·
Verse: 11    
καὶ Αβεσσαλωμ, ὃν ἐχρίσαμεν ἐϕ' ἡμῶν, ἀπέϑανεν ἐν τῷ πολέμῳ, καὶ νῦν ἵνα τί ὑμεῖς κωϕεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα; καὶ τὸ ῥῆμα παντὸς Ισραηλ ἦλϑεν πρὸς τὸν βασιλέα.
Verse: 12    
καὶ βασιλεὺς Δαυιδ ἀπέστειλεν πρὸς Σαδωκ καὶ πρὸς Αβιαϑαρ τοὺς ἱερεῖς λέγων Λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ιουδα λέγοντες ῞Ινα τί γίνεσϑε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς Ισραηλ ἦλϑεν πρὸς τὸν βασιλέα.
Verse: 13    
ἀδελϕοί μου ὑμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς, καὶ ἵνα τί γίνεσϑε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ;
Verse: 14    
καὶ τῷ Αμεσσαϊ ἐρεῖτε Οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι ϑεὸς καὶ τάδε προσϑείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ιωαβ.
Verse: 15    
καὶ ἔκλινεν τὴν καρδίαν παντὸς ἀνδρὸς Ιουδα ὡς ἀνδρὸς ἑνός, καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες ᾽Επιστράϕητι σὺ καὶ πάντες οἱ δοῦλοί σου.
Verse: 16    
καὶ ἐπέστρεψεν βασιλεὺς καὶ ἦλϑεν ἕως τοῦ Ιορδάνου, καὶ ἄνδρες Ιουδα ἦλϑαν εἰς Γαλγαλα τοῦ πορεύεσϑαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν Ιορδάνην.
Verse: 17    
καὶ ἐτάχυνεν Σεμεϊ υἱὸς Γηρα υἱοῦ τοῦ Ιεμενι ἐκ Βαουριμ καὶ κατέβη μετὰ ἀνδρὸς Ιουδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυιδ
Verse: 18    
καὶ χίλιοι ἄνδρες μετ' αὐτοῦ ἐκ τοῦ Βενιαμιν καὶ Σιβα τὸ παιδάριον τοῦ οἴκου Σαουλ καὶ δέκα πέντε υἱοὶ αὐτοῦ μετ' αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ' αὐτοῦ καὶ κατεύϑυναν τὸν Ιορδάνην ἔμπροσϑεν τοῦ βασιλέως
Verse: 19    
καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα, καὶ διέβη διάβασις ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς αὐτοῦ. καὶ Σεμεϊ υἱὸς Γηρα ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν Ιορδάνην
Verse: 20    
καὶ εἶπεν πρὸς τὸν βασιλέα Μὴ διαλογισάσϑω κύριός μου ἀνομίαν καὶ μὴ μνησϑῇς ὅσα ἠδίκησεν παῖς σου ἐν τῇ ἡμέρᾳ, κύριός μου βασιλεὺς ἐξεπορεύετο ἐξ Ιερουσαλημ, τοῦ ϑέσϑαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ,
Verse: 21    
ὅτι ἔγνω δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλϑον σήμερον πρότερος παντὸς οἴκου Ιωσηϕ τοῦ καταβῆναι εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως.
Verse: 22    
καὶ ἀπεκρίϑη Αβεσσα υἱὸς Σαρουιας καὶ εἶπεν Μὴ ἀντὶ τούτου οὐ ϑανατωϑήσεται Σεμεϊ, ὅτι κατηράσατο τὸν χριστὸν κυρίου;
Verse: 23    
καὶ εἶπεν Δαυιδ Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουιας, ὅτι γίνεσϑέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ ϑανατωϑήσεταί τις ἀνὴρ ἐξ Ισραηλ, ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ισραηλ.
Verse: 24    
καὶ εἶπεν βασιλεὺς πρὸς Σεμεϊ Οὐ μὴ ἀποϑάνῃς· καὶ ὤμοσεν αὐτῷ βασιλεύς.
Verse: 25    
καὶ Μεμϕιβοσϑε υἱὸς Ιωναϑαν υἱοῦ Σαουλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως· καὶ οὐκ ἐϑεράπευσεν τοὺς πόδας αὐτοῦ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτοῦ καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἔπλυνεν ἀπὸ τῆς ἡμέρας, ἧς ἀπῆλϑεν βασιλεύς, ἕως τῆς ἡμέρας, ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ.
Verse: 26    
καὶ ἐγένετο ὅτε εἰσῆλϑεν εἰς Ιερουσαλημ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ βασιλεύς Τί ὅτι οὐκ ἐπορεύϑης μετ' ἐμοῦ, Μεμϕιβοσϑε;
Verse: 27    
καὶ εἶπεν πρὸς αὐτὸν Μεμϕιβοσϑε Κύριέ μου βασιλεῦ, δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν παῖς σου αὐτῷ ᾽Επίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ' αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς δοῦλός σου·
Verse: 28    
καὶ μεϑώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, καὶ κύριός μου βασιλεὺς ὡς ἄγγελος τοῦ ϑεοῦ, καὶ ποίησον τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς σου·
Verse: 29    
ὅτι οὐκ ἦν πᾶς οἶκος τοῦ πατρός μου ἀλλ' ὅτι ἄνδρες ϑανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔϑηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσϑίουσιν τὴν τράπεζάν σου· καὶ τί ἐστίν μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα;
Verse: 30    
καὶ εἶπεν αὐτῷ βασιλεύς ῞Ινα τί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον Σὺ καὶ Σιβα διελεῖσϑε τὸν ἀγρόν.
Verse: 31    
καὶ εἶπεν Μεμϕιβοσϑε πρὸς τὸν βασιλέα Καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσϑαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ.
Verse: 32    
καὶ Βερζελλι Γαλααδίτης κατέβη ἐκ Ρωγελλιμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν Ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ιορδάνην·
Verse: 33    
καὶ Βερζελλι ἀνὴρ πρεσβύτερος σϕόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέϑρεψεν τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναϊμ, ὅτι ἀνὴρ μέγας ἐστὶν σϕόδρα.
Verse: 34    
καὶ εἶπεν βασιλεὺς πρὸς Βερζελλι Σὺ διαβήσῃ μετ' ἐμοῦ, καὶ διαϑρέψω τὸ γῆράς σου μετ' ἐμοῦ ἐν Ιερουσαλημ.
Verse: 35    
καὶ εἶπεν Βερζελλι πρὸς τὸν βασιλέα Πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ιερουσαλημ;
Verse: 36    
υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· μὴ γνώσομαι ἀνὰ μέσον ἀγαϑοῦ καὶ κακοῦ; γεύσεται δοῦλός σου ἔτι ϕάγομαι πίομαι; ἀκούσομαι ἔτι ϕωνὴν ᾀδόντων καὶ ᾀδουσῶν; ἵνα τί ἔσται ἔτι δοῦλός σου εἰς ϕορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα;
Verse: 37    
ὡς βραχὺ διαβήσεται δοῦλός σου τὸν Ιορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἵνα τί ἀνταποδίδωσίν μοι βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην;
Verse: 38    
καϑισάτω δὴ δοῦλός σου καὶ ἀποϑανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάϕῳ τοῦ πατρός μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ δοῦλός σου Χαμααμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ ποίησον αὐτῷ τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς σου.
Verse: 39    
καὶ εἶπεν βασιλεύς Μετ' ἐμοῦ διαβήτω Χαμααμ, κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς σου καὶ πάντα, ὅσα ἐκλέξῃ ἐπ' ἐμοί, ποιήσω σοι.
Verse: 40    
καὶ διέβη πᾶς λαὸς τὸν Ιορδάνην, καὶ βασιλεὺς διέβη· καὶ κατεϕίλησεν βασιλεὺς τὸν Βερζελλι καὶ εὐλόγησεν αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
Verse: 41    
καὶ διέβη βασιλεὺς εἰς Γαλγαλα, καὶ Χαμααμ διέβη μετ' αὐτοῦ, καὶ πᾶς λαὸς Ιουδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ Ισραηλ.
Verse: 42    
καὶ ἰδοὺ πᾶς ἀνὴρ Ισραηλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπον πρὸς τὸν βασιλέα Τί ὅτι ἔκλεψάν σε οἱ ἀδελϕοὶ ἡμῶν ἀνὴρ Ιουδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ιορδάνην καὶ πάντες ἄνδρες Δαυιδ μετ' αὐτοῦ;
Verse: 43    
καὶ ἀπεκρίϑη πᾶς ἀνὴρ Ιουδα πρὸς ἄνδρα Ισραηλ καὶ εἶπαν Διότι ἐγγίζει πρός με βασιλεύς· καὶ ἵνα τί οὕτως ἐϑυμώϑης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐϕάγαμεν ἐκ τοῦ βασιλέως, δόμα ἔδωκεν ἄρσιν ἦρεν ἡμῖν;
Verse: 44    
καὶ ἀπεκρίϑη ἀνὴρ Ισραηλ τῷ ἀνδρὶ Ιουδα καὶ εἶπεν Δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ σύ, καί γε ἐν τῷ Δαυιδ εἰμὶ ὑπὲρ σέ· καὶ ἵνα τί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσϑη λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνϑη λόγος ἀνδρὸς Ιουδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.