TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 309
Previous part

Chapter: 18 
Verse: 1    Καὶ ἐπεσκέψατο Δαυιδ τὸν λαὸν τὸν μετ' αὐτοῦ καὶ κατέστησεν ἐπ' αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους,
Verse: 2    
καὶ ἀπέστειλεν Δαυιδ τὸν λαόν, τὸ τρίτον ἐν χειρὶ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Αβεσσα υἱοῦ Σαρουιας ἀδελϕοῦ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Εϑϑι τοῦ Γεϑϑαίου. καὶ εἶπεν Δαυιδ πρὸς τὸν λαόν ᾽Εξελϑὼν ἐξελεύσομαι καί γε ἐγὼ μεϑ' ὑμῶν.
Verse: 3    
καὶ εἶπαν Οὐκ ἐξελεύσῃ, ὅτι ἐὰν ϕυγῇ ϕύγωμεν, οὐ ϑήσουσιν ἐϕ' ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποϑάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ ϑήσουσιν ἐϕ' ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες· καὶ νῦν ἀγαϑὸν ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήϑεια τοῦ βοηϑεῖν.
Verse: 4    
καὶ εἶπεν πρὸς αὐτοὺς βασιλεύς ῝Ο ἐὰν ἀρέσῃ ἐν ὀϕϑαλμοῖς ὑμῶν, ποιήσω. καὶ ἔστη βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης, καὶ πᾶς λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας.
Verse: 5    
καὶ ἐνετείλατο βασιλεὺς τῷ Ιωαβ καὶ τῷ Αβεσσα καὶ τῷ Εϑϑι λέγων Φείσασϑέ μοι τοῦ παιδαρίου τοῦ Αβεσσαλωμ· καὶ πᾶς λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσιν τοῖς ἄρχουσιν ὑπὲρ Αβεσσαλωμ.
Verse: 6    
καὶ ἐξῆλϑεν πᾶς λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας Ισραηλ, καὶ ἐγένετο πόλεμος ἐν τῷ δρυμῷ Εϕραιμ.
Verse: 7    
καὶ ἔπταισεν ἐκεῖ λαὸς Ισραηλ ἐνώπιον τῶν παίδων Δαυιδ, καὶ ἐγένετο ϑραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν.
Verse: 8    
καὶ ἐγένετο ἐκεῖ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπλεόνασεν δρυμὸς τοῦ καταϕαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέϕαγεν ἐν τῷ λαῷ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Verse: 9    
καὶ συνήντησεν Αβεσσαλωμ ἐνώπιον τῶν παίδων Δαυιδ, καὶ Αβεσσαλωμ ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλϑεν ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ ἐκρεμάσϑη κεϕαλὴ αὐτοῦ ἐν τῇ δρυί, καὶ ἐκρεμάσϑη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς, καὶ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλϑεν.
Verse: 10    
καὶ εἶδεν ἀνὴρ εἷς καὶ ἀνήγγειλεν Ιωαβ καὶ εἶπεν ᾽Ιδοὺ ἑώρακα τὸν Αβεσσαλωμ κρεμάμενον ἐν τῇ δρυί.
Verse: 11    
καὶ εἶπεν Ιωαβ τῷ ἀνδρὶ τῷ ἀπαγγέλλοντι Καὶ ἰδοὺ ἑόρακας· τί ὅτι οὐκ ἐπάταξας αὐτὸν εἰς τὴν γῆν; καὶ ἐγὼ ἂν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν.
Verse: 12    
εἶπεν δὲ ἀνὴρ πρὸς Ιωαβ Καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου, οὐ μὴ ἐπιβάλω χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως, ὅτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο βασιλεὺς σοὶ καὶ Αβεσσα καὶ τῷ Εϑϑι λέγων Φυλάξατέ μοι τὸ παιδάριον τὸν Αβεσσαλωμ
Verse: 13    
μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον· καὶ πᾶς λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως, καὶ σὺ στήσῃ ἐξ ἐναντίας.
Verse: 14    
καὶ εἶπεν Ιωαβ Τοῦτο ἐγὼ ἄρξομαι· οὐχ οὕτως μενῶ ἐνώπιόν σου. καὶ ἔλαβεν Ιωαβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ Αβεσσαλωμ. ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυὸς
Verse: 15    
καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ιωαβ καὶ ἐπάταξαν τὸν Αβεσσαλωμ καὶ ἐϑανάτωσαν αὐτόν.
Verse: 16    
καὶ ἐσάλπισεν Ιωαβ ἐν κερατίνῃ, καὶ ἀπέστρεψεν λαὸς τοῦ μὴ διώκειν ὀπίσω Ισραηλ, ὅτι ἐϕείδετο Ιωαβ τοῦ λαοῦ.
Verse: 17    
καὶ ἔλαβεν τὸν Αβεσσαλωμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόϑυνον τὸν μέγαν καὶ ἐστήλωσεν ἐπ' αὐτὸν σωρὸν λίϑων μέγαν σϕόδρα. καὶ πᾶς Ισραηλ ἔϕυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ.
Verse: 18    
καὶ Αβεσσαλωμ ἔτι ζῶν καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην, ἐν ἐλήμϕϑη, καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν, τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως, ὅτι εἶπεν Οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκεν τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ· καὶ ἐκάλεσεν τὴν στήλην Χεὶρ Αβεσσαλωμ ἕως τῆς ἡμέρας ταύτης.
Verse: 19    
Καὶ Αχιμαας υἱὸς Σαδωκ εἶπεν Δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ ὅτι ἔκρινεν αὐτῷ κύριος ἐκ χειρὸς τῶν ἐχϑρῶν αὐτοῦ.
Verse: 20    
καὶ εἶπεν αὐτῷ Ιωαβ Οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ, ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ, οὗ εἵνεκεν υἱὸς τοῦ βασιλέως ἀπέϑανεν.
Verse: 21    
καὶ εἶπεν Ιωαβ τῷ Χουσι Βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες· καὶ προσεκύνησεν Χουσι τῷ Ιωαβ καὶ ἐξῆλϑεν.
Verse: 22    
καὶ προσέϑετο ἔτι Αχιμαας υἱὸς Σαδωκ καὶ εἶπεν πρὸς Ιωαβ Καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσι. καὶ εἶπεν Ιωαβ ῞Ινα τί τοῦτο τρέχεις, υἱέ μου; δεῦρο, οὐκ ἔστιν σοι εὐαγγελία εἰς ὠϕέλειαν πορευομένῳ.
Verse: 23    
καὶ εἶπεν Τί γὰρ ἐὰν δραμοῦμαι; καὶ εἶπεν αὐτῷ Ιωαβ Δράμε. καὶ ἔδραμεν Αχιμαας ὁδὸν τὴν τοῦ Κεχαρ καὶ ὑπερέβη τὸν Χουσι.
Verse: 24    
καὶ Δαυιδ ἐκάϑητο ἀνὰ μέσον τῶν δύο πυλῶν. καὶ ἐπορεύϑη σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῆρεν τοὺς ὀϕϑαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ,
Verse: 25    
καὶ ἀνεβόησεν σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ. καὶ εἶπεν βασιλεύς Εἰ μόνος ἐστίν, εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ. καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων.
Verse: 26    
καὶ εἶδεν σκοπὸς ἄνδρα ἕτερον τρέχοντα, καὶ ἐβόησεν σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπεν ᾽Ιδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος. καὶ εἶπεν βασιλεύς Καί γε οὗτος εὐαγγελιζόμενος.
Verse: 27    
καὶ εἶπεν σκοπός ᾽Εγὼ ὁρῶ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Αχιμαας υἱοῦ Σαδωκ. καὶ εἶπεν βασιλεύς ᾽Ανὴρ ἀγαϑὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαϑὴν ἐλεύσεται.
Verse: 28    
καὶ ἐβόησεν Αχιμαας καὶ εἶπεν πρὸς τὸν βασιλέα Εἰρήνη· καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ εἶπεν Εὐλογητὸς κύριος ϑεός σου, ὃς ἀπέκλεισεν τοὺς ἄνδρας τοὺς μισοῦντας τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ.
Verse: 29    
καὶ εἶπεν βασιλεύς Εἰρήνη τῷ παιδαρίῳ τῷ Αβεσσαλωμ; καὶ εἶπεν Αχιμαας Εἶδον τὸ πλῆϑος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ιωαβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ.
Verse: 30    
καὶ εἶπεν βασιλεύς ᾽Επίστρεψον, στηλώϑητι ὧδε· καὶ ἐπεστράϕη καὶ ἔστη.
Verse: 31    
καὶ ἰδοὺ Χουσι παρεγένετο καὶ εἶπεν τῷ βασιλεῖ Εὐαγγελισϑήτω κύριός μου βασιλεύς, ὅτι ἔκρινέν σοι κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ.
Verse: 32    
καὶ εἶπεν βασιλεὺς πρὸς τὸν Χουσι Εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Αβεσσαλωμ; καὶ εἶπεν Χουσι Γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχϑροὶ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες, ὅσοι ἐπανέστησαν ἐπ' αὐτὸν εἰς κακά.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.