TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 307
Previous part

Chapter: 16 
Verse: 1    καὶ Δαυιδ παρῆλϑεν βραχύ τι ἀπὸ τῆς Ροως, καὶ ἰδοὺ Σιβα τὸ παιδάριον Μεμϕιβοσϑε εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἐπ' αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταϕίδες καὶ ἑκατὸν ϕοίνικες καὶ νεβελ οἴνου.
Verse: 2    
καὶ εἶπεν βασιλεὺς πρὸς Σιβα Τί ταῦτά σοι; καὶ εἶπεν Σιβα Τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαϑῆσϑαι, καὶ οἱ ἄρτοι καὶ οἱ ϕοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ.
Verse: 3    
καὶ εἶπεν βασιλεύς Καὶ ποῦ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα ᾽Ιδοὺ κάϑηται ἐν Ιερουσαλημ, ὅτι εἶπεν Σήμερον ἐπιστρέψουσίν μοι οἶκος Ισραηλ τὴν βασιλείαν τοῦ πατρός μου.
Verse: 4    
καὶ εἶπεν βασιλεὺς τῷ Σιβα ᾽Ιδοὺ σοὶ πάντα, ὅσα ἐστὶν τῷ Μεμϕιβοσϑε. καὶ εἶπεν Σιβα προσκυνήσας Εὕροιμι χάριν ἐν ὀϕϑαλμοῖς σου, κύριέ μου βασιλεῦ.
Verse: 5    
καὶ ἦλϑεν βασιλεὺς Δαυιδ ἕως Βαουριμ· καὶ ἰδοὺ ἐκεῖϑεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαουλ, καὶ ὄνομα αὐτῷ Σεμεϊ υἱὸς Γηρα· ἐξῆλϑεν ἐκπορευόμενος καὶ καταρώμενος
Verse: 6    
καὶ λιϑάζων ἐν λίϑοις τὸν Δαυιδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυιδ, καὶ πᾶς λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως.
Verse: 7    
καὶ οὕτως ἔλεγεν Σεμεϊ ἐν τῷ καταρᾶσϑαι αὐτόν ῎Εξελϑε ἔξελϑε, ἀνὴρ αἱμάτων καὶ ἀνὴρ παράνομος·
Verse: 8    
ἐπέστρεψεν ἐπὶ σὲ κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαουλ, ὅτι ἐβασίλευσας ἀντ' αὐτοῦ, καὶ ἔδωκεν κύριος τὴν βασιλείαν ἐν χειρὶ Αβεσσαλωμ τοῦ υἱοῦ σου· καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου, ὅτι ἀνὴρ αἱμάτων σύ.
Verse: 9    
καὶ εἶπεν Αβεσσα υἱὸς Σαρουιας πρὸς τὸν βασιλέα ῞Ινα τί καταρᾶται κύων τεϑνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀϕελῶ τὴν κεϕαλὴν αὐτοῦ.
Verse: 10    
καὶ εἶπεν βασιλεύς Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουιας; ἄϕετε αὐτὸν καὶ οὕτως καταράσϑω, ὅτι κύριος εἶπεν αὐτῷ καταρᾶσϑαι τὸν Δαυιδ, καὶ τίς ἐρεῖ ῾Ως τί ἐποίησας οὕτως;
Verse: 11    
καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ ᾽Ιδοὺ υἱός μου ἐξελϑὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν υἱὸς τοῦ Ιεμινι· ἄϕετε αὐτὸν καταρᾶσϑαι, ὅτι εἶπεν αὐτῷ κύριος·
Verse: 12    
εἴ πως ἴδοι κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαϑὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ.
Verse: 13    
καὶ ἐπορεύϑη Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ, καὶ Σεμεϊ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιϑάζων ἐν λίϑοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοὶ πάσσων.
Verse: 14    
καὶ ἦλϑεν βασιλεὺς καὶ πᾶς λαὸς αὐτοῦ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκεῖ.
Verse: 15    
Καὶ Αβεσσαλωμ καὶ πᾶς ἀνὴρ Ισραηλ εἰσῆλϑον εἰς Ιερουσαλημ καὶ Αχιτοϕελ μετ' αὐτοῦ.
Verse: 16    
καὶ ἐγενήϑη ἡνίκα ἦλϑεν Χουσι Αρχι ἑταῖρος Δαυιδ πρὸς Αβεσσαλωμ, καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ Ζήτω βασιλεύς.
Verse: 17    
καὶ εἶπεν Αβεσσαλωμ πρὸς Χουσι Τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου; ἵνα τί οὐκ ἀπῆλϑες μετὰ τοῦ ἑταίρου σου;
Verse: 18    
καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ Οὐχί, ἀλλὰ κατόπισϑεν οὗ ἐξελέξατο κύριος καὶ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ισραηλ, αὐτῷ ἔσομαι καὶ μετ' αὐτοῦ καϑήσομαι·
Verse: 19    
καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καϑάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιόν σου.
Verse: 20    
καὶ εἶπεν Αβεσσαλωμ πρὸς Αχιτοϕελ Φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν.
Verse: 21    
καὶ εἶπεν Αχιτοϕελ πρὸς Αβεσσαλωμ Εἴσελϑε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου, ἃς κατέλιπεν ϕυλάσσειν τὸν οἶκον αὐτοῦ, καὶ ἀκούσεται πᾶς Ισραηλ ὅτι κατῄσχυνας τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ.
Verse: 22    
καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Αβεσσαλωμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλϑεν Αβεσσαλωμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ' ὀϕϑαλμοὺς παντὸς Ισραηλ.
Verse: 23    
καὶ βουλὴ Αχιτοϕελ, ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις, ὃν τρόπον ἐπερωτήσῃ ἐν λόγῳ τοῦ ϑεοῦ, οὕτως πᾶσα βουλὴ τοῦ Αχιτοϕελ καί γε τῷ Δαυιδ καί γε τῷ Αβεσσαλωμ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.