TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 306
Previous part

Chapter: 15 
Verse: 1    Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Αβεσσαλωμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσϑεν αὐτοῦ.
Verse: 2    
καὶ ὤρϑρισεν Αβεσσαλωμ καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης, καὶ ἐγένετο πᾶς ἀνήρ, ἐγένετο κρίσις, ἦλϑεν πρὸς τὸν βασιλέα εἰς κρίσιν, καὶ ἐβόησεν πρὸς αὐτὸν Αβεσσαλωμ καὶ ἔλεγεν αὐτῷ ᾽Εκ ποίας πόλεως σὺ εἶ; καὶ εἶπεν ἀνήρ ᾽Εκ μιᾶς ϕυλῶν Ισραηλ δοῦλός σου.
Verse: 3    
καὶ εἶπεν πρὸς αὐτὸν Αβεσσαλωμ ᾽Ιδοὺ οἱ λόγοι σου ἀγαϑοὶ καὶ εὔκολοι, καὶ ἀκούων οὐκ ἔστιν σοι παρὰ τοῦ βασιλέως·
Verse: 4    
καὶ εἶπεν Αβεσσαλωμ Τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ, καὶ ἐπ' ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ, ἐὰν ἀντιλογία καὶ κρίσις, καὶ δικαιώσω αὐτόν;
Verse: 5    
καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεϕίλησεν αὐτόν.
Verse: 6    
καὶ ἐποίησεν Αβεσσαλωμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ισραηλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα, καὶ ἰδιοποιεῖτο Αβεσσαλωμ τὴν καρδίαν ἀνδρῶν Ισραηλ.
Verse: 7    
Καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν Αβεσσαλωμ πρὸς τὸν πατέρα αὐτοῦ Πορεύσομαι δὴ καὶ ἀποτείσω τὰς εὐχάς μου, ἃς ηὐξάμην τῷ κυρίῳ, ἐν Χεβρων·
Verse: 8    
ὅτι εὐχὴν ηὔξατο δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσουρ ἐν Συρίᾳ λέγων ᾽Εὰν ἐπιστρέϕων ἐπιστρέψῃ με κύριος εἰς Ιερουσαλημ, καὶ λατρεύσω τῷ κυρίῳ.
Verse: 9    
καὶ εἶπεν αὐτῷ βασιλεύς Βάδιζε εἰς εἰρήνην· καὶ ἀναστὰς ἐπορεύϑη εἰς Χεβρων.
Verse: 10    
καὶ ἀπέστειλεν Αβεσσαλωμ κατασκόπους ἐν πάσαις ϕυλαῖς Ισραηλ λέγων ᾽Εν τῷ ἀκοῦσαι ὑμᾶς τὴν ϕωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε Βεβασίλευκεν βασιλεὺς Αβεσσαλωμ ἐν Χεβρων.
Verse: 11    
καὶ μετὰ Αβεσσαλωμ ἐπορεύϑησαν διακόσιοι ἄνδρες ἐξ Ιερουσαλημ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα.
Verse: 12    
καὶ ἀπέστειλεν Αβεσσαλωμ καὶ ἐκάλεσεν τὸν Αχιτοϕελ τὸν Γελμωναῖον τὸν σύμβουλον Δαυιδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ Γωλα ἐν τῷ ϑυσιάζειν αὐτόν. καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν, καὶ λαὸς πορευόμενος καὶ πολὺς μετὰ Αβεσσαλωμ.
Verse: 13    
Καὶ παρεγένετο ἀπαγγέλλων πρὸς Δαυιδ λέγων ᾽Εγενήϑη καρδία ἀνδρῶν Ισραηλ ὀπίσω Αβεσσαλωμ.
Verse: 14    
καὶ εἶπεν Δαυιδ πᾶσιν τοῖς παισὶν αὐτοῦ τοῖς μετ' αὐτοῦ τοῖς ἐν Ιερουσαλημ ᾽Ανάστητε καὶ ϕύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Αβεσσαλωμ· ταχύνατε τοῦ πορευϑῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐϕ' ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης.
Verse: 15    
καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα Κατὰ πάντα, ὅσα αἱρεῖται κύριος ἡμῶν βασιλεύς, ἰδοὺ οἱ παῖδές σου.
Verse: 16    
καὶ ἐξῆλϑεν βασιλεὺς καὶ πᾶς οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν· καὶ ἀϕῆκεν βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ ϕυλάσσειν τὸν οἶκον.
Verse: 17    
καὶ ἐξῆλϑεν βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν.
Verse: 18    
καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς χεττι καὶ πᾶς ϕελετϑι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί, ἑξακόσιοι ἄνδρες, καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ· καὶ πᾶς χερεϑϑι καὶ πᾶς ϕελεϑϑι καὶ πάντες οἱ Γεϑϑαῖοι, ἑξακόσιοι ἄνδρες οἱ ἐλϑόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γεϑ, πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως.
Verse: 19    
καὶ εἶπεν βασιλεὺς πρὸς Εϑϑι τὸν Γεϑϑαῖον ῞Ινα τί πορεύῃ καὶ σὺ μεϑ' ἡμῶν; ἐπίστρεϕε καὶ οἴκει μετὰ τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου.
Verse: 20    
εἰ ἐχϑὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεϑ' ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου; ἐχϑὲς ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεϑ' ἡμῶν τοῦ πορευϑῆναι; καὶ ἐγὼ πορεύσομαι οὗ ἂν ἐγὼ πορευϑῶ. ἐπιστρέϕου καὶ ἐπίστρεψον τοὺς ἀδελϕούς σου μετὰ σοῦ, καὶ κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήϑειαν.
Verse: 21    
καὶ ἀπεκρίϑη Εϑϑι τῷ βασιλεῖ καὶ εἶπεν Ζῇ κύριος καὶ ζῇ κύριός μου βασιλεύς, ὅτι εἰς τὸν τόπον, οὗ ἐὰν κύριός μου, καὶ ἐὰν εἰς ϑάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται δοῦλός σου.
Verse: 22    
καὶ εἶπεν βασιλεὺς πρὸς Εϑϑι Δεῦρο καὶ διάβαινε μετ' ἐμοῦ· καὶ παρῆλϑεν Εϑϑι Γεϑϑαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὄχλος μετ' αὐτοῦ.
Verse: 23    
καὶ πᾶσα γῆ ἔκλαιεν ϕωνῇ μεγάλῃ. καὶ πᾶς λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ Κεδρων, καὶ βασιλεὺς διέβη τὸν χειμάρρουν Κεδρων· καὶ πᾶς λαὸς καὶ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον.
Verse: 24    
καὶ ἰδοὺ καί γε Σαδωκ καὶ πάντες οἱ Λευῖται μετ' αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαϑήκης κυρίου ἀπὸ Βαιϑαρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ ϑεοῦ, καὶ ἀνέβη Αβιαϑαρ, ἕως ἐπαύσατο πᾶς λαὸς παρελϑεῖν ἐκ τῆς πόλεως.
Verse: 25    
καὶ εἶπεν βασιλεὺς τῷ Σαδωκ ᾽Απόστρεψον τὴν κιβωτὸν τοῦ ϑεοῦ εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀϕϑαλμοῖς κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς·
Verse: 26    
καὶ ἐὰν εἴπῃ οὕτως Οὐκ ἠϑέληκα ἐν σοί, ἰδοὺ ἐγώ εἰμι, ποιείτω μοι κατὰ τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς αὐτοῦ.
Verse: 27    
καὶ εἶπεν βασιλεὺς τῷ Σαδωκ τῷ ἱερεῖ ῎Ιδετε σὺ ἐπιστρέϕεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ, καὶ Αχιμαας υἱός σου καὶ Ιωναϑαν υἱὸς Αβιαϑαρ οἱ δύο υἱοὶ ὑμῶν μεϑ' ὑμῶν·
Verse: 28    
ἴδετε ἐγώ εἰμι στρατεύομαι ἐν αραβωϑ τῆς ἐρήμου ἕως τοῦ ἐλϑεῖν ῥῆμα παρ' ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι.
Verse: 29    
καὶ ἀπέστρεψεν Σαδωκ καὶ Αβιαϑαρ τὴν κιβωτὸν εἰς Ιερουσαλημ καὶ ἐκάϑισεν ἐκεῖ.
Verse: 30    
καὶ Δαυιδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεϕαλὴν ἐπικεκαλυμμένος καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος, καὶ πᾶς λαὸς μετ' αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεϕαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες.
Verse: 31    
καὶ ἀνηγγέλη Δαυιδ λέγοντες Καὶ Αχιτοϕελ ἐν τοῖς συστρεϕομένοις μετὰ Αβεσσαλωμ· καὶ εἶπεν Δαυιδ Διασκέδασον δὴ τὴν βουλὴν Αχιτοϕελ, κύριε ϑεός μου.
Verse: 32    
καὶ ἦν Δαυιδ ἐρχόμενος ἕως τοῦ Ροως, οὗ προσεκύνησεν ἐκεῖ τῷ ϑεῷ, καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσι Αρχι ἑταῖρος Δαυιδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ.
Verse: 33    
καὶ εἶπεν αὐτῷ Δαυιδ ᾽Εὰν μὲν διαβῇς μετ' ἐμοῦ, καὶ ἔσῃ ἐπ' ἐμὲ εἴς βάσταγμα·
Verse: 34    
καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς, καὶ ἐρεῖς τῷ Αβεσσαλωμ Διεληλύϑασιν οἱ ἀδελϕοί σου, καὶ βασιλεὺς κατόπισϑέν μου διελήλυϑεν πατήρ σου, καὶ νῦν παῖς σού εἰμι, βασιλεῦ, ἔασόν με ζῆσαι, παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως, καὶ νῦν ἐγὼ δοῦλος σός· καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοϕελ.
Verse: 35    
καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ Σαδωκ καὶ Αβιαϑαρ οἱ ἱερεῖς, καὶ ἔσται πᾶν ῥῆμα, ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἀναγγελεῖς τῷ Σαδωκ καὶ τῷ Αβιαϑαρ τοῖς ἱερεῦσιν·
Verse: 36    
ἰδοὺ ἐκεῖ μετ' αὐτῶν δύο υἱοὶ αὐτῶν, Αχιμαας υἱὸς τῷ Σαδωκ καὶ Ιωναϑαν υἱὸς τῷ Αβιαϑαρ, καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ῥῆμα, ἐὰν ἀκούσητε.
Verse: 37    
καὶ εἰσῆλϑεν Χουσι ἑταῖρος Δαυιδ εἰς τὴν πόλιν, καὶ Αβεσσαλωμ εἰσεπορεύετο εἰς Ιερουσαλημ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.