TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 295
Previous part

Chapter: 4 
Verse: 1    Καὶ ἤκουσεν Μεμϕιβοσϑε υἱὸς Σαουλ ὅτι τέϑνηκεν Αβεννηρ ἐν Χεβρων, καὶ ἐξελύϑησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες Ισραηλ παρείϑησαν.
Verse: 2    
καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Μεμϕιβοσϑε υἱῷ Σαουλ, ὄνομα τῷ ἑνὶ Βαανα καὶ ὄνομα τῷ δευτέρῳ Ρηχαβ, υἱοὶ Ρεμμων τοῦ Βηρωϑαίου ἐκ τῶν υἱῶν Βενιαμιν· ὅτι Βηρωϑ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμιν,
Verse: 3    
καὶ ἀπέδρασαν οἱ Βηρωϑαῖοι εἰς Γεϑϑαιμ καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης.
Verse: 4    
καὶ τῷ Ιωναϑαν υἱῷ Σαουλ υἱὸς πεπληγὼς τοὺς πόδας· υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλϑεῖν τὴν ἀγγελίαν Σαουλ καὶ Ιωναϑαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ιεζραελ, καὶ ἦρεν αὐτὸν τιϑηνὸς αὐτοῦ καὶ ἔϕυγεν, καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὴν καὶ ἀναχωρεῖν καὶ ἔπεσεν καὶ ἐχωλάνϑη, καὶ ὄνομα αὐτῷ Μεμϕιβοσϑε.
Verse: 5    
καὶ ἐπορεύϑησαν υἱοὶ Ρεμμων τοῦ Βηρωϑαίου Ρεκχα καὶ Βαανα καὶ εἰσῆλϑον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμϕιβοσϑε, καὶ αὐτὸς ἐκάϑευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας,
Verse: 6    
καὶ ἰδοὺ ϑυρωρὸς τοῦ οἴκου ἐκάϑαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάϑευδεν, καὶ Ρεκχα καὶ Βαανα οἱ ἀδελϕοὶ διέλαϑον
Verse: 7    
καὶ εἰσῆλϑον εἰς τὸν οἶκον, καὶ Μεμϕιβοσϑε ἐκάϑευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ τύπτουσιν αὐτὸν καὶ ϑανατοῦσιν καὶ ἀϕαιροῦσιν τὴν κεϕαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεϕαλὴν αὐτοῦ καὶ ἀπῆλϑον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα.
Verse: 8    
καὶ ἤνεγκαν τὴν κεϕαλὴν Μεμϕιβοσϑε τῷ Δαυιδ εἰς Χεβρων καὶ εἶπαν πρὸς τὸν βασιλέα ᾽Ιδοὺ κεϕαλὴ Μεμϕιβοσϑε υἱοῦ Σαουλ τοῦ ἐχϑροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκεν κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχϑρῶν αὐτοῦ ὡς ἡμέρα αὕτη, ἐκ Σαουλ τοῦ ἐχϑροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ.
Verse: 9    
καὶ ἀπεκρίϑη Δαυιδ τῷ Ρεκχα καὶ τῷ Βαανα ἀδελϕῷ αὐτοῦ υἱοῖς Ρεμμων τοῦ Βηρωϑαίου καὶ εἶπεν αὐτοῖς Ζῇ κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης ϑλίψεως,
Verse: 10    
ὅτι ἀπαγγείλας μοι ὅτι τέϑνηκεν Σαουλ καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν Σεκελακ, ἔδει με δοῦναι εὐαγγέλια·
Verse: 11    
καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολεϑρεύσω ὑμᾶς ἐκ τῆς γῆς.
Verse: 12    
καὶ ἐνετείλατο Δαυιδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτέννουσιν αὐτοὺς καὶ κολοβοῦσιν τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρων· καὶ τὴν κεϕαλὴν Μεμϕιβοσϑε ἔϑαψαν ἐν τῷ τάϕῳ Αβεννηρ υἱοῦ Νηρ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.