TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 227
Previous part

Chapter: 13 
Verse: 1    Καὶ προσέϑεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ ἀλλοϕύλων τεσσαράκοντα ἔτη.
Verse: 2    
Καὶ ἐγένετο ἀνὴρ ἐκ Σαραα ἐκ τῆς ϕυλῆς τοῦ Δαν, καὶ ὄνομα αὐτῷ Μανωε, καὶ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτικτεν.
Verse: 3    
καὶ ὤϕϑη ἄγγελος κυρίου πρὸς τὴν γυναῖκα καὶ εἶπεν πρὸς αὐτήν ᾽Ιδοὺ δὴ σὺ στεῖρα καὶ οὐ τέτοκας· καὶ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν.
Verse: 4    
καὶ νῦν ϕύλαξαι καὶ μὴ πίῃς οἶνον καὶ σικερα καὶ μὴ ϕάγῃς πᾶν ἀκάϑαρτον·
Verse: 5    
ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν, καὶ οὐκ ἀναβήσεται σίδηρος ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ, ὅτι ἡγιασμένον ναζιραῖον ἔσται τῷ ϑεῷ τὸ παιδάριον ἐκ τῆς γαστρός, καὶ αὐτὸς ἄρξεται σῴζειν τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοϕύλων.
Verse: 6    
καὶ ἦλϑεν γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ αὐτῆς λέγουσα ὅτι ῎Ανϑρωπος τοῦ ϑεοῦ ἦλϑεν πρός με, καὶ ὅρασις αὐτοῦ ὡς ὅρασις ἀγγέλου τοῦ ϑεοῦ ἐπιϕανὴς σϕόδρα· καὶ ἠρώτων, πόϑεν ἐστίν, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι.
Verse: 7    
καὶ εἶπέν μοι ᾽Ιδοὺ σὺ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίῃς οἶνον καὶ σικερα καὶ μὴ ϕάγῃς πᾶσαν ἀκαϑαρσίαν, ὅτι ναζιραῖον ϑεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς γαστρὸς ἕως ἡμέρας ϑανάτου αὐτοῦ.
Verse: 8    
καὶ ἐδεήϑη Μανωε τοῦ κυρίου καὶ εἶπεν ᾽Εν ἐμοί, κύριε, ἄνϑρωπος τοῦ ϑεοῦ, ὃν ἀπέστειλας πρὸς ἡμᾶς, ἐλϑέτω δὴ πρὸς ἡμᾶς καὶ ϕωτισάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδαρίῳ τῷ τικτομένῳ.
Verse: 9    
καὶ ἐπήκουσεν ϑεὸς τῆς ϕωνῆς Μανωε, καὶ παρεγένετο ἄγγελος τοῦ ϑεοῦ ἔτι πρὸς τὴν γυναῖκα αὐτῆς καϑημένης ἐν τῷ ἀγρῷ, καὶ Μανωε ἀνὴρ αὐτῆς οὐκ ἦν μετ' αὐτῆς.
Verse: 10    
καὶ ἐτάχυνεν γυνὴ καὶ ἐξέδραμεν καὶ ἀπήγγειλεν τῷ ἀνδρὶ αὐτῆς καὶ εἶπεν πρὸς αὐτόν ᾽Ιδοὺ ὦπταί μοι ἀνὴρ ἐλϑὼν πρός με τῇ ἡμέρᾳ ἐκείνῃ.
Verse: 11    
καὶ ἀνέστη Μανωε καὶ ἐπορεύϑη ὀπίσω τῆς γυναικὸς αὐτοῦ πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ Εἰ σὺ εἶ ἀνὴρ λαλήσας πρὸς τὴν γυναῖκα; καὶ εἶπεν ἄγγελος ᾽Εγώ.
Verse: 12    
καὶ εἶπεν Μανωε Νῦν δὴ ἐλϑόντος τοῦ ῥήματός σου τί ἔσται τὸ κρίμα τοῦ παιδαρίου καὶ τὰ ἔργα αὐτοῦ;
Verse: 13    
καὶ εἶπεν ἄγγελος κυρίου πρὸς Μανωε ᾽Απὸ πάντων, ὧν εἶπα πρὸς τὴν γυναῖκα, ϕυλαξάσϑω·
Verse: 14    
ἀπὸ πάντων, ὅσα ἐκπορεύεται ἐξ ἀμπέλου, οὐ ϕάγεται καὶ οἶνον καὶ σικερα μὴ πιέτω καὶ πᾶν ἀκάϑαρτον μὴ ϕαγέτω· πάντα, ὅσα ἐνετειλάμην αὐτῇ, ϕυλαξάσϑω.
Verse: 15    
καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου Βιασώμεϑα δή σε καὶ ποιήσομεν ἐνώπιόν σου ἔριϕον αἰγῶν.
Verse: 16    
καὶ εἶπεν ἄγγελος κυρίου πρὸς Μανωε ᾽Εὰν βιάσῃ με, οὐ ϕάγομαι τῶν ἄρτων σου, καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου ἐστίν.
Verse: 17    
καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου Τί ὄνομά σοι, ἵνα, ὅταν ἔλϑῃ τὸ ῥῆμά σου, δοξάσωμέν σε;
Verse: 18    
καὶ εἶπεν αὐτῷ ἄγγελος κυρίου ῞Ινα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστιν ϑαυμαστόν.
Verse: 19    
καὶ ἔλαβεν Μανωε τὸν ἔριϕον τῶν αἰγῶν καὶ τὴν ϑυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ κυρίῳ, τῷ ϑαυμαστὰ ποιοῦντι κυρίῳ· καὶ Μανωε καὶ γυνὴ αὐτοῦ ἐϑεώρουν.
Verse: 20    
καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν ϕλόγα ἐπάνωϑεν τοῦ ϑυσιαστηρίου εἰς τὸν οὐρανὸν καὶ ἀνέβη ἄγγελος κυρίου ἐν τῇ ϕλογί, καὶ Μανωε καὶ γυνὴ αὐτοῦ ἐϑεώρουν καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν.
Verse: 21    
καὶ οὐ προσέϑηκεν ἔτι ἄγγελος κυρίου ὀϕϑῆναι πρὸς Μανωε καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ· τότε ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου ἐστίν.
Verse: 22    
καὶ εἶπεν Μανωε πρὸς τὴν γυναῖκα αὐτοῦ Θανάτῳ ἀποϑανούμεϑα, ὅτι ϑεὸν ἑωράκαμεν.
Verse: 23    
καὶ εἶπεν αὐτῷ γυνὴ αὐτοῦ Εἰ ἐβούλετο κύριος ϑανατῶσαι ἡμᾶς, οὐκ ἂν ἐδέξατο ἐκ τῶν χειρῶν ἡμῶν ὁλοκαύτωμα καὶ ϑυσίαν καὶ οὐκ ἂν ἐϕώτισεν ἡμᾶς πάντα ταῦτα καὶ οὐκ ἂν ἀκουστὰ ἐποίησεν ἡμῖν ταῦτα.
Verse: 24    
Καὶ ἔτεκεν γυνὴ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμψων· καὶ ηὐλόγησεν αὐτὸν κύριος, καὶ ηὐξήϑη τὸ παιδάριον.
Verse: 25    
καὶ ἤρξατο πνεῦμα κυρίου συμπορεύεσϑαι αὐτῷ ἐν παρεμβολῇ Δαν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσϑαολ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.