TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 226
Chapter: 12
Verse: 1
Καὶ
συνήχϑησαν
οἱ
υἱοὶ
Εϕραιμ
καὶ
ἦλϑον
εἰς
Σεϕινα
καὶ
εἶπον
πρὸς
Ιεϕϑαε
Τί
ὅτι
ἐπορεύϑης
πολεμεῖν
ἐν
τοῖς
υἱοῖς
Αμμων
καὶ
ἡμᾶς
οὐ
κέκληκας
πορευϑῆναι
μετὰ
σοῦ
;
τὸν
οἶκόν
σου
ἐμπρήσομεν
ἐν
πυρί
.
Verse: 2
καὶ
εἶπεν
πρὸς
αὐτοὺς
Ιεϕϑαε
᾽Ανὴρ
ἀντιδικῶν
ἤμην
ἐγὼ
καὶ
ὁ
λαός
μου
,
καὶ
οἱ
υἱοὶ
Αμμων
ἐταπείνουν
με
σϕόδρα
·
καὶ
ἐβόησα
πρὸς
ὑμᾶς
,
καὶ
οὐκ
ἐσώσατέ
με
ἐκ
χειρὸς
αὐτῶν
.
Verse: 3
καὶ
εἶδον
ὅτι
οὐκ
ἦν
ὁ
σῴζων
,
καὶ
ἐϑέμην
τὴν
ψυχήν
μου
ἐν
τῇ
χειρί
μου
καὶ
διέβην
πρὸς
τοὺς
υἱοὺς
Αμμων
,
καὶ
παρέδωκεν
αὐτοὺς
κύριος
ἐν
χειρί
μου
·
καὶ
ἵνα
τί
ἀνέβητε
πρός
με
τῇ
ἡμέρᾳ
ταύτῃ
τοῦ
πολεμεῖν
ἐν
ἐμοί
;
Verse: 4
καὶ
συνήϑροισεν
Ιεϕϑαε
πάντας
τοὺς
ἄνδρας
Γαλααδ
καὶ
ἐπολέμει
τὸν
Εϕραιμ
,
καὶ
ἐπάταξαν
ἄνδρες
Γαλααδ
τὸν
Εϕραιμ
,
ὅτι
εἶπαν
Οἱ
διασεσῳσμένοι
τοῦ
Εϕραιμ
ὑμεῖς
,
Γαλααδ
ἐν
μέσῳ
Εϕραιμ
καὶ
ἐν
μέσῳ
Μανασση
.
Verse: 5
καὶ
προκατελάβοντο
ἄνδρες
Γαλααδ
τὰς
διαβάσεις
τοῦ
Ιορδάνου
τοῦ
Εϕραιμ
,
καὶ
ἐγενήϑη
ὅτι
εἶπαν
οἱ
διασεσῳσμένοι
τοῦ
Εϕραιμ
Διαβῶμεν
,
καὶ
εἶπαν
αὐτοῖς
οἱ
ἄνδρες
Γαλααδ
Μὴ
ὑμεῖς
ἐκ
τοῦ
Εϕραιμ
;
καὶ
εἶπαν
Οὔκ
ἐσμεν
.
Verse: 6
καὶ
εἶπαν
αὐτοῖς
Εἴπατε
δὴ
Σύνϑημα
·
καὶ
οὐ
κατηύϑυναν
τοῦ
λαλῆσαι
οὕτως
.
καὶ
ἐπελάβοντο
αὐτῶν
καὶ
ἔσϕαξαν
αὐτοὺς
ἐπὶ
τὰς
διαβάσεις
τοῦ
Ιορδάνου
,
καὶ
ἔπεσαν
ἐξ
Εϕραιμ
ἐν
τῷ
καιρῷ
ἐκείνῳ
δύο
τεσσαράκοντα
χιλιάδες
.
Verse: 7
Καὶ
ἔκρινεν
Ιεϕϑαε
τὸν
Ισραηλ
ἓξ
ἔτη
.
καὶ
ἀπέϑανεν
Ιεϕϑαε
ὁ
Γαλααδίτης
καὶ
ἐτάϕη
ἐν
τῇ
πόλει
αὐτοῦ
Γαλααδ
.
Verse: 8
Καὶ
ἔκρινεν
μετ
'
αὐτὸν
τὸν
Ισραηλ
Εσεβων
ἐκ
Βαιϑλεεμ
.
Verse: 9
καὶ
ἐγένοντο
αὐτῷ
τριάκοντα
υἱοὶ
καὶ
τριάκοντα
ϑυγατέρες
ἐξαπεσταλμέναι
ἔξω
,
καὶ
τριάκοντα
γυναῖκας
εἰσήγαγεν
τοῖς
υἱοῖς
αὐτοῦ
ἔξωϑεν
.
καὶ
ἔκρινεν
τὸν
Ισραηλ
ἑπτὰ
ἔτη
.
Verse: 10
καὶ
ἀπέϑανεν
Εσεβων
καὶ
ἐτάϕη
ἐν
Βηϑλεεμ
.
Verse: 11
Καὶ
ἔκρινεν
μετ
'
αὐτὸν
τὸν
Ισραηλ
Αιλων
ὁ
Ζαβουλωνίτης
.
καὶ
ἔκρινεν
τὸν
Ισραηλ
δέκα
ἔτη
.
Verse: 12
καὶ
ἀπέϑανεν
Αιλων
ὁ
Ζαβουλωνίτης
ἐν
Αιλιμ
,
καὶ
ἔϑαψαν
αὐτὸν
ἐν
γῇ
Ζαβουλων
.
Verse: 13
Καὶ
ἔκρινεν
μετ
'
αὐτὸν
τὸν
Ισραηλ
Λαβδων
υἱὸς
Σελλημ
ὁ
Φρααϑωνίτης
.
Verse: 14
καὶ
ἐγένοντο
αὐτῷ
τεσσαράκοντα
υἱοὶ
καὶ
τριάκοντα
υἱοὶ
τῶν
υἱῶν
αὐτοῦ
ἐπιβεβηκότες
ἐπὶ
ἑβδομήκοντα
πώλους
.
καὶ
ἔκρινεν
τὸν
Ισραηλ
ὀκτὼ
ἔτη
.
Verse: 15
καὶ
ἀπέϑανεν
Λαβδων
υἱὸς
Σελλημ
ὁ
Φρααϑωνίτης
καὶ
ἐτάϕη
ἐν
Φρααϑων
ἐν
γῇ
Εϕραιμ
ἐν
ὄρει
Λανακ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.