TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 218
Previous part

Chapter: 4 
Verse: 1    Καὶ προσέϑεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου.
Verse: 2    
καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ιαβιν βασιλέως Χανααν, ὃς ἐβασίλευσεν ἐν Ασωρ· καὶ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισαρα, καὶ αὐτὸς κατῴκει ἐν Αρισωϑ τῶν ἐϑνῶν.
Verse: 3    
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔϑλιψεν τὸν Ισραηλ κατὰ κράτος εἴκοσι ἔτη.
Verse: 4    
Καὶ Δεββωρα γυνὴ προϕῆτις γυνὴ Λαϕιδωϑ, αὐτὴ ἔκρινεν τὸν Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ.
Verse: 5    
καὶ αὐτὴ ἐκάϑητο ὑπὸ ϕοίνικα Δεββωρα ἀνὰ μέσον Ραμα καὶ ἀνὰ μέσον Βαιϑηλ ἐν ὄρει Εϕραιμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ισραηλ ἐκεῖ τοῦ κρίνεσϑαι.
Verse: 6    
καὶ ἀπέστειλεν Δεββωρα καὶ ἐκάλεσεν τὸν Βαρακ υἱὸν Αβινεεμ ἐκ Κεδες Νεϕϑαλι καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ σοὶ ἐνετείλατο κύριος ϑεὸς Ισραηλ καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβωρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν Νεϕϑαλι καὶ ἀπὸ τῶν υἱῶν Ζαβουλων;
Verse: 7    
καὶ ἀπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισων τὸν Σισαρα ἄρχοντα τῆς δυνάμεως Ιαβιν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆϑος αὐτοῦ καὶ παραδώσω αὐτὸν ἐν τῇ χειρί σου.
Verse: 8    
καὶ εἶπεν πρὸς αὐτὴν Βαρακ ᾽Εὰν πορευϑῇς μετ' ἐμοῦ, πορεύσομαι, καὶ ἐὰν μὴ πορευϑῇς μετ' ἐμοῦ, οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν, ἐν εὐοδοῖ κύριος τὸν ἄγγελον μετ' ἐμοῦ.
Verse: 9    
καὶ εἶπεν πρὸς αὐτὸν Δεββωρα Πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου εἰς τὴν ὁδόν, ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισαρα. καὶ ἀνέστη Δεββωρα καὶ ἐπορεύϑη μετὰ τοῦ Βαρακ εἰς Κεδες.
Verse: 10    
καὶ παρήγγειλεν Βαρακ τῷ Ζαβουλων καὶ τῷ Νεϕϑαλι εἰς Κεδες, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν· καὶ Δεββωρα ἀνέβη μετ' αὐτοῦ.
Verse: 11    
καὶ οἱ πλησίον τοῦ Κιναίου ἐχωρίσϑησαν ἀπὸ τῶν υἱῶν Ιωβαβ γαμβροῦ Μωυσῆ, καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ πρὸς δρῦν ἀναπαυομένων, ἐστιν ἐχόμενα Κεδες.
Verse: 12    
Καὶ ἀνήγγειλαν τῷ Σισαρα ὅτι ἀνέβη Βαρακ υἱὸς Αβινεεμ ἐπ' ὄρος Θαβωρ.
Verse: 13    
καὶ ἐκάλεσεν Σισαρα πάντα τὰ ἅρματα αὐτοῦ [ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ] καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτοῦ ἀπὸ Αρισωϑ τῶν ἐϑνῶν εἰς τὸν χειμάρρουν Κισων.
Verse: 14    
καὶ εἶπεν Δεββωρα πρὸς Βαρακ ᾽Ανάστηϑι, ὅτι αὕτη ἡμέρα, ἐν παρέδωκεν κύριος τὸν Σισαρα ἐν χειρί σου· οὐκ ἰδοὺ κύριος ἐλεύσεται ἔμπροσϑέν σου; καὶ κατέβη Βαρακ ἀπὸ τοῦ ὄρους Θαβωρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ.
Verse: 15    
καὶ ἐξέστησεν κύριος τὸν Σισαρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομϕαίας ἐνώπιον Βαρακ· καὶ κατέβη Σισαρα ἀπὸ τοῦ ἅρματος αὐτοῦ καὶ ἔϕυγεν τοῖς ποσὶν αὐτοῦ.
Verse: 16    
καὶ Βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως δρυμοῦ τῶν ἐϑνῶν· καὶ ἔπεσεν πᾶσα παρεμβολὴ Σισαρα ἐν στόματι ῥομϕαίας, οὐ κατελείϕϑη ἕως ἑνός.
Verse: 17    
καὶ Σισαρα ἀνεχώρησεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ιαηλ γυναικὸς Χαβερ τοῦ Κιναίου, ὅτι εἰρήνη ἀνὰ μέσον Ιαβιν βασιλέως Ασωρ καὶ ἀνὰ μέσον οἴκου Χαβερ τοῦ Κιναίου.
Verse: 18    
καὶ ἐξῆλϑεν Ιαηλ εἰς ἀπάντησιν Σισαρα καὶ εἶπεν πρὸς αὐτόν ῎Εκνευσον, κύριέ μου, ἔκνευσον πρός με, μὴ ϕοβοῦ· καὶ ἐξένευσεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν, καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς.
Verse: 19    
καὶ εἶπεν Σισαρα πρὸς αὐτήν Πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα· καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ συνεκάλυψεν τὸ πρόσωπον αὐτοῦ.
Verse: 20    
καὶ εἶπεν πρὸς αὐτήν Στῆϑι ἐν τῇ ϑύρᾳ τῆς σκηνῆς, καὶ ἔσται ἐάν τις ἔλϑῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ σοι ῎Εστιν ἐνταῦϑα ἀνήρ; καὶ ἐρεῖς Οὐκ ἔστιν· καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς.
Verse: 21    
καὶ ἔλαβεν Ιαηλ γυνὴ Χαβερ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔϑηκεν τὴν σϕῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλϑεν πρὸς αὐτὸν ἡσυχῇ καὶ ἐνέκρουσεν τὸν πάσσαλον ἐν τῇ γνάϑῳ αὐτοῦ καὶ διήλασεν ἐν τῇ γῇ, καὶ αὐτὸς ἀπεσκάρισεν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς καὶ ἐξέψυξεν καὶ ἀπέϑανεν.
Verse: 22    
καὶ ἰδοὺ Βαρακ διώκων τὸν Σισαρα, καὶ ἐξῆλϑεν Ιαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ Δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα, ὃν σὺ ζητεῖς. καὶ εἰσῆλϑεν πρὸς αὐτήν, καὶ ἰδοὺ Σισαρα πεπτωκὼς νεκρός, καὶ πάσσαλος ἐν τῇ γνάϑῳ αὐτοῦ.
Verse: 23    
καὶ ἐταπείνωσεν κύριος ϑεὸς τὸν Ιαβιν βασιλέα Χανααν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον υἱῶν Ισραηλ.
Verse: 24    
καὶ ἐπορεύϑη χεὶρ τῶν υἱῶν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν, ἕως ἐξωλέϑρευσαν αὐτόν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.