TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 217
Previous part

Chapter: 3 
Verse: 1    Καὶ ταῦτα τὰ ἔϑνη ἀϕῆκεν ᾽Ιησοῦς ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ, πάντας τοὺς μὴ ἐγνωκότας πάντας τοὺς πολέμους Χανααν,
Verse: 2    
πλὴν διὰ τὰς γενεὰς τῶν υἱῶν Ισραηλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσϑεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά·
Verse: 3    
τὰς πέντε σατραπείας τῶν ἀλλοϕύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Βαλαερμων ἕως Λοβωημαϑ.
Verse: 4    
καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ.
Verse: 5    
καὶ οἱ υἱοὶ Ισραηλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου
Verse: 6    
καὶ ἔλαβον τὰς ϑυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς ϑυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς ϑεοῖς αὐτῶν.
Verse: 7    
Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐπελάϑοντο κυρίου ϑεοῦ αὐτῶν καὶ ἐλάτρευσαν ταῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν.
Verse: 8    
καὶ ὠργίσϑη ϑυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Χουσαρσαϑωμ βασιλέως Συρίας ποταμῶν, καὶ ἐδούλευσαν αὐτῷ ὀκτὼ ἔτη.
Verse: 9    
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν κύριος σωτῆρα τῷ Ισραηλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοϑονιηλ υἱὸν Κενεζ ἀδελϕὸν Χαλεβ τὸν νεώτερον αὐτοῦ, καὶ εἰσήκουσεν αὐτοῦ.
Verse: 10    
καὶ ἐγένετο ἐπ' αὐτὸν πνεῦμα κυρίου, καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλϑεν ἐπὶ τὸν πόλεμον· καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαϑωμ βασιλέα Συρίας, καὶ ἐκραταιώϑη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαϑωμ.
Verse: 11    
καὶ ἡσύχασεν γῆ ἔτη πεντήκοντα· καὶ ἀπέϑανεν Γοϑονιηλ υἱὸς Κενεζ.
Verse: 12    
Καὶ προσέϑεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου. καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου.
Verse: 13    
καὶ προσήγαγεν πρὸς αὐτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύϑη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν ϕοινίκων.
Verse: 14    
καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ.
Verse: 15    
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν αὐτοῖς κύριος σωτῆρα τὸν Αωδ υἱὸν Γηρα υἱοῦ τοῦ Ιεμενι, ἄνδρα ἀμϕοτεροδέξιον. καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Εγλωμ βασιλεῖ Μωαβ.
Verse: 16    
καὶ ἐποίησεν ἑαυτῷ Αωδ μάχαιραν δίστομον, σπιϑαμῆς τὸ μῆκος, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ.
Verse: 17    
καὶ προσήνεγκεν τὰ δῶρα τῷ Εγλωμ βασιλεῖ Μωαβ· καὶ Εγλωμ ἀνὴρ ἀστεῖος σϕόδρα.
Verse: 18    
καὶ ἐγένετο ὡς συνετέλεσεν Αωδ προσϕέρων τὰ δῶρα, καὶ ἐξαπέστειλεν τοὺς αἴροντας τὰ δῶρα.
Verse: 19    
καὶ Εγλωμ ἀνέστρεψεν ἀπὸ τῶν γλυπτῶν μετὰ τῆς Γαλγαλ, καὶ εἶπεν Αωδ Λόγος μοι κρύϕιος πρὸς σέ, βασιλεῦ. καὶ εἶπεν Εγλωμ πᾶσιν ᾽Εκ μέσου· καὶ ἐξῆλϑον ἀπ' αὐτοῦ πάντες οἱ παραστήκοντες αὐτῷ.
Verse: 20    
καὶ Αωδ εἰσῆλϑεν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάϑητο ἐν τῷ ὑπερῴῳ τῷ ϑερινῷ αὐτοῦ μονώτατος. καὶ εἶπεν Αωδ Λόγος ϑεοῦ μοι πρὸς σέ, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ ϑρόνου Εγλωμ ἐγγὺς αὐτοῦ.
Verse: 21    
καὶ ἐγένετο ἅμα τοῦ ἀναστῆναι ἐξέτεινεν Αωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἀπὸ τοῦ μηροῦ τοῦ δεξιοῦ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὴν εἰς τὴν κοιλίαν Εγλωμ
Verse: 22    
καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς ϕλογός, καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς ϕλογός, ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ.
Verse: 23    
καὶ ἐξῆλϑεν Αωδ εἰς τὴν προστάδα καὶ ἀπέκλεισεν τὰς ϑύρας τοῦ ὑπερῴου ἐπ' αὐτὸν καὶ ἐσϕήνωσεν·
Verse: 24    
καὶ αὐτὸς ἐξῆλϑεν. καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλϑον καὶ εἶδον καὶ ἰδοὺ αἱ ϑύραι τοῦ ὑπερῴου ἀποκεκλεισμέναι, καὶ εἶπαν Μήποτε πρὸς δίϕρους κάϑηται ἐν τῇ ἀποχωρήσει τοῦ κοιτῶνος;
Verse: 25    
καὶ προσέμειναν αἰσχυνόμενοι, καὶ ἰδοὺ οὐκ ἦν ἀνοίγων τὰς ϑύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεϑνηκώς.
Verse: 26    
καὶ Αωδ διεσώϑη, ἕως ἐϑορυβοῦντο, καὶ οὐκ ἦν προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλϑεν τὰ γλυπτὰ καὶ διεσώϑη εἰς Σεϊρωϑα.
Verse: 27    
καὶ ἐγένετο ἡνίκα ἦλϑεν, καὶ ἐσάλπισεν κερατίνῃ ἐν ὄρει Εϕραιμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ισραηλ, καὶ αὐτὸς ἔμπροσϑεν αὐτῶν.
Verse: 28    
καὶ εἶπεν πρὸς αὐτούς Καταβαίνετε ὀπίσω μου, ὅτι παρέδωκεν κύριος ϑεὸς τοὺς ἐχϑροὺς ὑμῶν τὴν Μωαβ ἐν χειρὶ ὑμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀϕῆκαν ἄνδρα διαβῆναι.
Verse: 29    
καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τῷ καιρῷ ἐκείνῳ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πάντας τοὺς μαχητὰς τοὺς ἐν αὐτοῖς καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώϑη ἀνήρ.
Verse: 30    
καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ τὴν χεῖρα Ισραηλ, καὶ ἡσύχασεν γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέϑανεν.
Verse: 31    
Καὶ μετὰ τοῦτον ἀνέστη Σαμεγαρ υἱὸς Αναϑ καὶ ἐπάταξεν τοὺς ἀλλοϕύλους εἰς ἑξακοσίους ἄνδρας ἐκτὸς μόσχων τῶν βοῶν· καὶ ἔσωσεν αὐτὸς τὸν Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.