TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 210
Previous part

Chapter: 23 
Verse: 1    Καὶ ἐγένετο μεϑ' ἡμέρας πλείους μετὰ τὸ καταπαῦσαι κύριον τὸν Ισραηλ ἀπὸ πάντων τῶν ἐχϑρῶν αὐτῶν κυκλόϑεν, καὶ ᾽Ιησοῦς πρεσβύτερος προβεβηκὼς ταῖς ἡμέραις,
Verse: 2    
καὶ συνεκάλεσεν ᾽Ιησοῦς πάντας τοὺς υἱοὺς Ισραηλ καὶ τὴν γερουσίαν αὐτῶν καὶ τοὺς ἄρχοντας αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ εἶπεν πρὸς αὐτούς ᾽Εγὼ γεγήρακα καὶ προβέβηκα ταῖς ἡμέραις.
Verse: 3    
ὑμεῖς δὲ ἑωράκατε ὅσα ἐποίησεν κύριος ϑεὸς ὑμῶν πᾶσιν τοῖς ἔϑνεσιν τούτοις ἀπὸ προσώπου ὑμῶν, ὅτι κύριος ϑεὸς ὑμῶν ἐκπολεμήσας ὑμῖν.
Verse: 4    
ἴδετε ὅτι ἐπέρριϕα ὑμῖν τὰ ἔϑνη τὰ καταλελειμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς ϕυλὰς ὑμῶν· ἀπὸ τοῦ Ιορδάνου πάντα τὰ ἔϑνη, ἐξωλέϑρευσα, καὶ ἀπὸ τῆς ϑαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου.
Verse: 5    
κύριος δὲ ϑεὸς ὑμῶν, οὗτος ἐξολεϑρεύσει αὐτοὺς ἀπὸ προσώπου ὑμῶν, ἕως ἂν ἀπόλωνται, καὶ ἀποστελεῖ αὐτοῖς τὰ ϑηρία τὰ ἄγρια, ἕως ἂν ἐξολεϑρεύσῃ αὐτοὺς καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπὸ προσώπου ὑμῶν, καὶ κατακληρονομήσατε τὴν γῆν αὐτῶν, καϑὰ ἐλάλησεν κύριος ϑεὸς ὑμῶν ὑμῖν.
Verse: 6    
κατισχύσατε οὖν σϕόδρα ϕυλάσσειν καὶ ποιεῖν πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμου Μωυσῆ, ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰν εὐώνυμα,
Verse: 7    
ὅπως μὴ εἰσέλϑητε εἰς τὰ ἔϑνη τὰ καταλελειμμένα ταῦτα, καὶ τὰ ὀνόματα τῶν ϑεῶν αὐτῶν οὐκ ὀνομασϑήσεται ἐν ὑμῖν, οὐδὲ μὴ προσκυνήσητε αὐτοῖς οὐδὲ μὴ λατρεύσητε αὐτοῖς,
Verse: 8    
ἀλλὰ κυρίῳ τῷ ϑεῷ ὑμῶν προσκολληϑήσεσϑε, καϑάπερ ἐποιήσατε ἕως τῆς ἡμέρας ταύτης.
Verse: 9    
καὶ ἐξωλέϑρευσεν αὐτοὺς κύριος ἀπὸ προσώπου ὑμῶν, ἔϑνη μεγάλα καὶ ἰσχυρά, καὶ ὑμῖν οὐϑεὶς ἀντέστη κατενώπιον ὑμῶν ἕως τῆς ἡμέρας ταύτης·
Verse: 10    
εἷς ὑμῶν ἐδίωξεν χιλίους, ὅτι κύριος ϑεὸς ὑμῶν ἐξεπολέμει ὑμῖν, καϑάπερ εἶπεν ὑμῖν.
Verse: 11    
καὶ ϕυλάξασϑε σϕόδρα τοῦ ἀγαπᾶν κύριον τὸν ϑεὸν ὑμῶν.
Verse: 12    
ἐὰν γὰρ ἀποστραϕῆτε καὶ προσϑῆσϑε τοῖς ὑπολειϕϑεῖσιν ἔϑνεσιν τούτοις τοῖς μεϑ' ὑμῶν καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτοὺς καὶ συγκαταμιγῆτε αὐτοῖς καὶ αὐτοὶ ὑμῖν,
Verse: 13    
γινώσκετε ὅτι οὐ μὴ προσϑῇ κύριος τοῦ ἐξολεϑρεῦσαι τὰ ἔϑνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς παγίδας καὶ εἰς σκάνδαλα καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν καὶ εἰς βολίδας ἐν τοῖς ὀϕϑαλμοῖς ὑμῶν, ἕως ἂν ἀπόλησϑε ἀπὸ τῆς γῆς τῆς ἀγαϑῆς ταύτης, ἣν ἔδωκεν ὑμῖν κύριος ϑεὸς ὑμῶν.
Verse: 14    
ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδὸν καϑὰ καὶ πάντες οἱ ἐπὶ τῆς γῆς, καὶ γνώσεσϑε τῇ καρδίᾳ ὑμῶν καὶ τῇ ψυχῇ ὑμῶν διότι οὐ διέπεσεν εἷς λόγος ἀπὸ πάντων τῶν λόγων, ὧν εἶπεν κύριος ϑεὸς ὑμῶν, πρὸς πάντα τὰ ἀνήκοντα ὑμῖν, οὐ διεϕώνησεν ἐξ αὐτῶν.
Verse: 15    
καὶ ἔσται ὃν τρόπον ἥκει ἐϕ' ὑμᾶς πάντα τὰ ῥήματα τὰ καλά, ἐλάλησεν κύριος πρὸς ὑμᾶς, οὕτως ἐπάξει κύριος ϑεὸς ἐϕ' ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρά, ἕως ἂν ἐξολεϑρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαϑῆς ταύτης, ἧς ἔδωκεν κύριος ὑμῖν,
Verse: 16    
ἐν τῷ παραβῆναι ὑμᾶς τὴν διαϑήκην κυρίου τοῦ ϑεοῦ ὑμῶν, ἣν ἐνετείλατο ὑμῖν, καὶ πορευϑέντες λατρεύσητε ϑεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.