TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 207
Chapter: 20
Verse: 1
Καὶ
ἐλάλησεν
κύριος
τῷ
᾽Ιησοῖ
λέγων
Verse: 2
Λάλησον
τοῖς
υἱοῖς
Ισραηλ
λέγων
Δότε
τὰς
πόλεις
τῶν
ϕυγαδευτηρίων
,
ἃς
εἶπα
πρὸς
ὑμᾶς
διὰ
Μωυσῆ
,
Verse: 3
ϕυγαδευτήριον
τῷ
ϕονευτῇ
τῷ
πατάξαντι
ψυχὴν
ἀκουσίως
,
καὶ
ἔσονται
ὑμῖν
αἱ
πόλεις
ϕυγαδευτήριον
,
καὶ
οὐκ
ἀποϑανεῖται
ὁ
ϕονευτὴς
ὑπὸ
τοῦ
ἀγχιστεύοντος
τὸ
αἷμα
,
ἕως
ἂν
καταστῇ
ἐναντίον
τῆς
συναγωγῆς
εἰς
κρίσιν
.
Verse: 7
καὶ
διέστειλεν
τὴν
Καδης
ἐν
τῇ
Γαλιλαίᾳ
ἐν
τῷ
ὄρει
τῷ
Νεϕϑαλι
καὶ
Συχεμ
ἐν
τῷ
ὄρει
τῷ
Εϕραιμ
καὶ
τὴν
πόλιν
Αρβοκ
[αὕτη
ἐστὶν
Χεβρων]
ἐν
τῷ
ὄρει
τῷ
Ιουδα
.
Verse: 8
καὶ
ἐν
τῷ
πέραν
τοῦ
Ιορδάνου
ἔδωκεν
Βοσορ
ἐν
τῇ
ἐρήμῳ
ἐν
τῷ
πεδίῳ
ἀπὸ
τῆς
ϕυλῆς
Ρουβην
καὶ
Αρημωϑ
ἐν
τῇ
Γαλααδ
ἐκ
τῆς
ϕυλῆς
Γαδ
καὶ
τὴν
Γαυλων
ἐν
τῇ
Βασανίτιδι
ἐκ
τῆς
ϕυλῆς
Μανασση
.
Verse: 9
αὗται
αἱ
πόλεις
αἱ
ἐπίκλητοι
τοῖς
υἱοῖς
Ισραηλ
καὶ
τῷ
προσηλύτῳ
τῷ
προσκειμένῳ
ἐν
αὐτοῖς
καταϕυγεῖν
ἐκεῖ
παντὶ
παίοντι
ψυχὴν
ἀκουσίως
,
ἵνα
μὴ
ἀποϑάνῃ
ἐν
χειρὶ
τοῦ
ἀγχιστεύοντος
τὸ
αἷμα
,
ἕως
ἂν
καταστῇ
ἔναντι
τῆς
συναγωγῆς
εἰς
κρίσιν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.