TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 205
Previous part

Chapter: 18 
Verse: 1    Καὶ ἐξεκκλησιάσϑη πᾶσα συναγωγὴ υἱῶν Ισραηλ εἰς Σηλω καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ γῆ ἐκρατήϑη ὑπ' αὐτῶν.
Verse: 2    
καὶ κατελείϕϑησαν οἱ υἱοὶ Ισραηλ, οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ ϕυλαί.
Verse: 3    
καὶ εἶπεν ᾽Ιησοῦς τοῖς υἱοῖς Ισραηλ ῞Εως τίνος ἐκλυϑήσεσϑε κληρονομῆσαι τὴν γῆν, ἣν ἔδωκεν κύριος ϑεὸς ἡμῶν;
Verse: 4    
δότε ἐξ ὑμῶν τρεῖς ἄνδρας ἐκ ϕυλῆς, καὶ ἀναστάντες διελϑέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου, καϑὰ δεήσει διελεῖν αὐτήν. [καὶ ἤλϑοσαν πρὸς αὐτόν,
Verse: 5    
καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας.] Ιουδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός, καὶ οἱ υἱοὶ Ιωσηϕ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ.
Verse: 6    
ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε πρός με ὧδε, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου τοῦ ϑεοῦ ἡμῶν.
Verse: 7    
οὐ γάρ ἐστιν μερὶς τοῖς υἱοῖς Λευι ἐν ὑμῖν, ἱερατεία γὰρ κυρίου μερὶς αὐτοῦ· καὶ Γαδ καὶ Ρουβην καὶ τὸ ἥμισυ ϕυλῆς Μανασση ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ιορδάνου ἐπ' ἀνατολάς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς παῖς κυρίου.
Verse: 8    
καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύϑησαν, καὶ ἐνετείλατο ᾽Ιησοῦς τοῖς ἀνδράσιν τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων Πορεύεσϑε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήϑητε πρός με, καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου ἐν Σηλω.
Verse: 9    
καὶ ἐπορεύϑησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις αὐτῆς ἑπτὰ μερίδας εἰς βιβλίον καὶ ἤνεγκαν πρὸς ᾽Ιησοῦν.
Verse: 10    
καὶ ἐνέβαλεν αὐτοῖς ᾽Ιησοῦς κλῆρον ἐν Σηλω ἔναντι κυρίου.
Verse: 11    
Καὶ ἐξῆλϑεν κλῆρος ϕυλῆς Βενιαμιν πρῶτος κατὰ δήμους αὐτῶν, καὶ ἐξῆλϑεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τῶν υἱῶν Ιωσηϕ.
Verse: 12    
καὶ ἐγενήϑη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ ἀπὸ τοῦ Ιορδάνου, προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ιεριχω ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν ϑάλασσαν, καὶ ἔσται αὐτοῦ διέξοδος Μαδβαρῖτις Βαιϑων,
Verse: 13    
καὶ διελεύσεται ἐκεῖϑεν τὰ ὅρια Λουζα ἐπὶ νώτου Λουζα ἀπὸ λιβός [αὕτη ἐστὶν Βαιϑηλ], καὶ καταβήσεται τὰ ὅρια Μααταρωϑορεχ ἐπὶ τὴν ὀρεινήν, ἐστιν πρὸς λίβα Βαιϑωρων κάτω,
Verse: 14    
καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ ϑάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιϑωρων λίβα, καὶ ἔσται αὐτοῦ διέξοδος εἰς Καριαϑβααλ [αὕτη ἐστὶν Καριαϑιαριν πόλις υἱῶν Ιουδα]· τοῦτό ἐστιν τὸ μέρος τὸ πρὸς ϑάλασσαν.
Verse: 15    
καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους Καριαϑβααλ, καὶ διελεύσεται ὅρια εἰς Γασιν ἐπὶ πηγὴν ὕδατος Ναϕϑω,
Verse: 16    
καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους, ἐστιν κατὰ πρόσωπον νάπης Ονναμ, ἐστιν ἐκ μέρους Εμεκραϕαϊν ἀπὸ βορρᾶ, καὶ καταβήσεται Γαιεννα ἐπὶ νώτου Ιεβουσαι ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγηλ
Verse: 17    
καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιϑσαμυς καὶ παρελεύσεται ἐπὶ Γαλιλωϑ, ἐστιν ἀπέναντι πρὸς ἀνάβασιν Αιϑαμιν, καὶ καταβήσεται ἐπὶ λίϑον Βαιων υἱῶν Ρουβην
Verse: 18    
καὶ διελεύσεται κατὰ νώτου Βαιϑαραβα ἀπὸ βορρᾶ καὶ καταβήσεται
Verse: 19    
ἐπὶ τὰ ὅρια ἐπὶ νώτου Βαιϑαγλα ἀπὸ βορρᾶ, καὶ ἔσται διέξοδος τῶν ὁρίων ἐπὶ λοϕιὰν τῆς ϑαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ Ιορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός.
Verse: 20    
καὶ Ιορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη κληρονομία υἱῶν Βενιαμιν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους.
Verse: 21    
καὶ ἐγενήϑησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμιν κατὰ δήμους αὐτῶν Ιεριχω καὶ Βαιϑεγλιω καὶ Αμεκασις
Verse: 22    
καὶ Βαιϑαβαρα καὶ Σαρα καὶ Βησανα
Verse: 23    
καὶ Αιιν καὶ Φαρα καὶ Εϕραϑα
Verse: 24    
καὶ Καραϕα καὶ Κεϕιρα καὶ Μονι καὶ Γαβαα, πόλεις δέκα δύο καὶ αἱ κῶμαι αὐτῶν·
Verse: 25    
Γαβαων καὶ Ραμα καὶ Βεηρωϑα
Verse: 26    
καὶ Μασσημα καὶ Μιρων καὶ Αμωκη
Verse: 27    
καὶ Φιρα καὶ Καϕαν καὶ Νακαν καὶ Σεληκαν καὶ Θαρεηλα
Verse: 28    
καὶ Ιεβους [αὕτη ἐστὶν Ιερουσαλημ] καὶ πόλεις καὶ Γαβαωϑιαριμ, πόλεις τρεῖς καὶ δέκα καὶ αἱ κῶμαι αὐτῶν. αὕτη κληρονομία υἱῶν Βενιαμιν κατὰ δήμους αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.