TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 204
Previous part

Chapter: 17 
Verse: 1    Καὶ ἐγένετο τὰ ὅρια ϕυλῆς υἱῶν Μανασση, ὅτι οὗτος πρωτότοκος τῷ Ιωσηϕ· τῷ Μαχιρ πρωτοτόκῳ Μανασση πατρὶ Γαλααδ [ἀνὴρ γὰρ πολεμιστὴς ἦν] ἐν τῇ Γαλααδίτιδι καὶ ἐν τῇ Βασανίτιδι.
Verse: 2    
καὶ ἐγενήϑη τοῖς υἱοῖς Μανασση τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν, τοῖς υἱοῖς Ιεζερ καὶ τοῖς υἱοῖς Κελεζ καὶ τοῖς υἱοῖς Ιεζιηλ καὶ τοῖς υἱοῖς Συχεμ καὶ τοῖς υἱοῖς Συμαριμ καὶ τοῖς υἱοῖς Οϕερ· οὗτοι οἱ ἄρσενες κατὰ δήμους αὐτῶν.
Verse: 3    
καὶ τῷ Σαλπααδ υἱῷ Οϕερ, οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ' ϑυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν ϑυγατέρων Σαλπααδ· Μααλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα.
Verse: 4    
καὶ ἔστησαν ἐναντίον Ελεαζαρ τοῦ ἱερέως καὶ ἐναντίον ᾽Ιησοῦ καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι ῾Ο ϑεὸς ἐνετείλατο διὰ χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελϕῶν ἡμῶν. καὶ ἐδόϑη αὐταῖς διὰ προστάγματος κυρίου κλῆρος ἐν τοῖς ἀδελϕοῖς τοῦ πατρὸς αὐτῶν.
Verse: 5    
καὶ ἔπεσεν σχοινισμὸς αὐτῶν ἀπὸ Ανασσα καὶ πεδίον Λαβεκ ἐκ τῆς Γαλααδ, ἐστιν πέραν τοῦ Ιορδάνου·
Verse: 6    
ὅτι ϑυγατέρες υἱῶν Μανασση ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελϕῶν αὐτῶν· δὲ γῆ Γαλααδ ἐγενήϑη τοῖς υἱοῖς Μανασση τοῖς καταλελειμμένοις.
Verse: 7    
Καὶ ἐγενήϑη ὅρια υἱῶν Μανασση Δηλαναϑ, ἐστιν κατὰ πρόσωπον υἱῶν Αναϑ, καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ Ιαμιν καὶ Ιασσιβ ἐπὶ πηγὴν Θαϕϑωϑ·
Verse: 8    
τῷ Μανασση ἔσται, καὶ Θαϕεϑ ἐπὶ τῶν ὁρίων Μανασση τοῖς υἱοῖς Εϕραιμ.
Verse: 9    
καὶ καταβήσεται τὰ ὅρια ἐπὶ ϕάραγγα Καρανα ἐπὶ λίβα κατὰ ϕάραγγα Ιαριηλ, τερέμινϑος τῷ Εϕραιμ ἀνὰ μέσον πόλεως Μανασση· καὶ ὅρια Μανασση ἐπὶ τὸν βορρᾶν εἰς τὸν χειμάρρουν, καὶ ἔσται αὐτοῦ διέξοδος ϑάλασσα.
Verse: 10    
ἀπὸ λιβὸς τῷ Εϕραιμ, καὶ ἐπὶ βορρᾶν Μανασση, καὶ ἔσται ϑάλασσα ὅρια αὐτοῖς· καὶ ἐπὶ Ασηρ συνάψουσιν ἐπὶ βορρᾶν καὶ τῷ Ισσαχαρ ἀπ' ἀνατολῶν.
Verse: 11    
καὶ ἔσται Μανασση ἐν Ισσαχαρ καὶ ἐν Ασηρ Βαιϑσαν καὶ αἱ κῶμαι αὐτῶν καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τὰς κώμας αὐτῆς καὶ τοὺς κατοικοῦντας Μαγεδδω καὶ τὰς κώμας αὐτῆς καὶ τὸ τρίτον τῆς Ναϕετα καὶ τὰς κώμας αὐτῆς.
Verse: 12    
καὶ οὐκ ἠδυνάσϑησαν οἱ υἱοὶ Μανασση ἐξολεϑρεῦσαι τὰς πόλεις ταύτας, καὶ ἤρχετο Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ·
Verse: 13    
καὶ ἐγενήϑη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ισραηλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολεϑρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλέϑρευσαν.
Verse: 14    
᾽Αντεῖπαν δὲ οἱ υἱοὶ Ιωσηϕ τῷ ᾽Ιησοῦ λέγοντες Διὰ τί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα καὶ σχοίνισμα ἕν; ἐγὼ δὲ λαὸς πολύς εἰμι, καὶ ϑεὸς εὐλόγησέν με.
Verse: 15    
καὶ εἶπεν αὐτοῖς ᾽Ιησοῦς Εἰ λαὸς πολὺς εἶ, ἀνάβηϑι εἰς τὸν δρυμὸν καὶ ἐκκάϑαρον σεαυτῷ, εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ Εϕραιμ.
Verse: 16    
καὶ εἶπαν Οὐκ ἀρκέσει ἡμῖν τὸ ὄρος τὸ Εϕραιμ, καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιϑσαν καὶ ἐν ταῖς κώμαις αὐτῆς ἐν τῇ κοιλάδι Ιεζραελ.
Verse: 17    
καὶ εἶπεν ᾽Ιησοῦς τοῖς υἱοῖς Ιωσηϕ Εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς·
Verse: 18    
γὰρ δρυμὸς ἔσται σοι, ὅτι δρυμός ἐστιν καὶ ἐκκαϑαριεῖς αὐτὸν καὶ ἔσται σοι· καὶ ὅταν ἐξολεϑρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτῷ, σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.