TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 199
Previous part

Chapter: 12 
Verse: 1    Καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ Ισραηλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ιορδάνου ἀϕ' ἡλίου ἀνατολῶν ἀπὸ ϕάραγγος Αρνων ἕως τοῦ ὄρους Αερμων καὶ πᾶσαν τὴν γῆν Αραβα ἀπ' ἀνατολῶν·
Verse: 2    
Σηων τὸν βασιλέα τῶν Αμορραίων, ὃς κατῴκει ἐν Εσεβων κυριεύων ἀπὸ Αροηρ, ἐστιν ἐν τῇ ϕάραγγι, κατὰ μέρος τῆς ϕάραγγος καὶ τὸ ἥμισυ τῆς Γαλααδ ἕως Ιαβοκ, ὅρια υἱῶν Αμμων,
Verse: 3    
καὶ Αραβα ἕως τῆς ϑαλάσσης Χενερεϑ κατ' ἀνατολὰς καὶ ἕως τῆς ϑαλάσσης Αραβα, ϑάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν, ὁδὸν τὴν κατὰ Ασιμωϑ, ἀπὸ Θαιμαν τὴν ὑπὸ Ασηδωϑ Φασγα·
Verse: 4    
καὶ Ωγ βασιλεὺς Βασαν ὑπελείϕϑη ἐκ τῶν γιγάντων κατοικῶν ἐν Ασταρωϑ καὶ ἐν Εδραϊν
Verse: 5    
ἄρχων ἀπὸ ὄρους Αερμων καὶ ἀπὸ Σελχα καὶ πᾶσαν τὴν Βασαν ἕως ὁρίων Γεσουρι καὶ τὴν Μαχατι καὶ τὸ ἥμισυ Γαλααδ, ὁρίων Σηων βασιλέως Εσεβων.
Verse: 6    
Μωυσῆς παῖς κυρίου καὶ οἱ υἱοὶ Ισραηλ ἐπάταξαν αὐτούς, καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβην καὶ Γαδ καὶ τῷ ἡμίσει ϕυλῆς Μανασση.
Verse: 7    
Καὶ οὗτοι οἱ βασιλεῖς τῶν Αμορραίων, οὓς ἀνεῖλεν ᾽Ιησοῦς καὶ οἱ υἱοὶ Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ ϑάλασσαν Βααλγαδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως τοῦ ὄρους Χελχα ἀναβαινόντων εἰς Σηιρ, καὶ ἔδωκεν αὐτὴν ᾽Ιησοῦς ταῖς ϕυλαῖς Ισραηλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν,
Verse: 8    
ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν Αραβα καὶ ἐν Ασηδωϑ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν Ναγεβ, τὸν Χετταῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν Ιεβουσαῖον·
Verse: 9    
τὸν βασιλέα Ιεριχω καὶ τὸν βασιλέα τῆς Γαι, ἐστιν πλησίον Βαιϑηλ,
Verse: 10    
βασιλέα Ιερουσαλημ, βασιλέα Χεβρων,
Verse: 11    
βασιλέα Ιεριμουϑ, βασιλέα Λαχις,
Verse: 12    
βασιλέα Αιλαμ, βασιλέα Γαζερ,
Verse: 13    
βασιλέα Δαβιρ, βασιλέα Γαδερ,
Verse: 14    
βασιλέα Ερμαϑ, βασιλέα Αραϑ,
Verse: 15    
βασιλέα Λεβνα, βασιλέα Οδολλαμ,
Verse: 16    
βασιλέα Μακηδα,
Verse: 17    
βασιλέα Ταϕουγ, βασιλέα Οϕερ,
Verse: 18    
βασιλέα Αϕεκ τῆς Σαρων,
Verse: 19    
βασιλέα Ασωρ,
Verse: 20    
βασιλέα Συμοων, βασιλέα Μαρρων, βασιλέα Αζιϕ,
Verse: 21    
βασιλέα Καδης, βασιλέα Ταναχ,
Verse: 22    
βασιλέα Μαγεδων, βασιλέα Ιεκοναμ τοῦ Χερμελ,
Verse: 23    
βασιλέα Δωρ τοῦ Ναϕεδδωρ, βασιλέα Γωιμ τῆς Γαλιλαίας,
Verse: 24    
βασιλέα Θαρσα· πάντες οὗτοι βασιλεῖς εἴκοσι ἐννέα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.