TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 198
Previous part

Chapter: 11 
Verse: 1    ῾Ως δὲ ἤκουσεν Ιαβιν βασιλεὺς Ασωρ, ἀπέστειλεν πρὸς Ιωβαβ βασιλέα Μαρρων καὶ πρὸς βασιλέα Συμοων καὶ πρὸς βασιλέα Αζιϕ
Verse: 2    
καὶ πρὸς τοὺς βασιλεῖς τοὺς κατὰ Σιδῶνα τὴν μεγάλην, εἰς τὴν ὀρεινὴν καὶ εἰς τὴν Ραβα ἀπέναντι Κενερωϑ καὶ εἰς τὸ πεδίον καὶ εἰς Ναϕεδδωρ
Verse: 3    
καὶ εἰς τοὺς παραλίους Χαναναίους ἀπὸ ἀνατολῶν καὶ εἰς τοὺς παραλίους Αμορραίους καὶ Ευαίους καὶ Ιεβουσαίους καὶ Φερεζαίους τοὺς ἐν τῷ ὄρει καὶ τοὺς Χετταίους τοὺς ὑπὸ τὴν Αερμων εἰς γῆν Μασσηϕα.
Verse: 4    
καὶ ἐξῆλϑον αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν μετ' αὐτῶν ὥσπερ ἄμμος τῆς ϑαλάσσης τῷ πλήϑει καὶ ἵπποι καὶ ἅρματα πολλὰ σϕόδρα.
Verse: 5    
καὶ συνῆλϑον πάντες οἱ βασιλεῖς οὗτοι καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐπὶ τοῦ ὕδατος Μαρρων πολεμῆσαι τὸν Ισραηλ.
Verse: 6    
καὶ εἶπεν κύριος πρὸς ᾽Ιησοῦν Μὴ ϕοβηϑῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ Ισραηλ· τοὺς ἵππους αὐτῶν νευροκοπήσεις καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί.
Verse: 7    
καὶ ἦλϑεν ᾽Ιησοῦς καὶ πᾶς λαὸς πολεμιστὴς ἐπ' αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρρων ἐξάπινα καὶ ἐπέπεσαν ἐπ' αὐτοὺς ἐν τῇ ὀρεινῇ.
Verse: 8    
καὶ παρέδωκεν αὐτοὺς κύριος ὑποχειρίους Ισραηλ, καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδῶνος τῆς μεγάλης καὶ ἕως Μασερων καὶ ἕως τῶν πεδίων Μασσωχ κατ' ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειϕϑῆναι αὐτῶν διασεσῳσμένον.
Verse: 9    
καὶ ἐποίησεν αὐτοῖς ᾽Ιησοῦς ὃν τρόπον ἐνετείλατο αὐτῷ κύριος· τοὺς ἵππους αὐτῶν ἐνευροκόπησεν καὶ τὰ ἅρματα αὐτῶν ἐνέπρησεν ἐν πυρί.
Verse: 10    
Καὶ ἀπεστράϕη ᾽Ιησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ κατελάβετο Ασωρ καὶ τὸν βασιλέα αὐτῆς· ἦν δὲ Ασωρ τὸ πρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων.
Verse: 11    
καὶ ἀπέκτειναν πᾶν ἐμπνέον ἐν αὐτῇ ἐν ξίϕει καὶ ἐξωλέϑρευσαν πάντας, καὶ οὐ κατελείϕϑη ἐν αὐτῇ ἐμπνέον· καὶ τὴν Ασωρ ἐνέπρησαν ἐν πυρί.
Verse: 12    
καὶ πάσας τὰς πόλεις τῶν βασιλέων καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν ᾽Ιησοῦς καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίϕους, καὶ ἐξωλέϑρευσαν αὐτούς, ὃν τρόπον συνέταξεν Μωυσῆς παῖς κυρίου.
Verse: 13    
ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν Ισραηλ, πλὴν Ασωρ μόνην ἐνέπρησεν ᾽Ιησοῦς.
Verse: 14    
καὶ πάντα τὰ σκῦλα αὐτῆς ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ Ισραηλ, αὐτοὺς δὲ πάντας ἐξωλέϑρευσαν ἐν στόματι ξίϕους, ἕως ἀπώλεσεν αὐτούς, οὐ κατέλιπον ἐξ αὐτῶν οὐδὲ ἓν ἐμπνέον.
Verse: 15    
ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ τῷ παιδὶ αὐτοῦ, καὶ Μωυσῆς ὡσαύτως ἐνετείλατο τῷ ᾽Ιησοῖ, καὶ οὕτως ἐποίησεν ᾽Ιησοῦς, οὐ παρέβη οὐδὲν ἀπὸ πάντων, ὧν συνέταξεν αὐτῷ Μωυσῆς.
Verse: 16    
Καὶ ἔλαβεν ᾽Ιησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν καὶ πᾶσαν τὴν Ναγεβ καὶ πᾶσαν τὴν γῆν Γοσομ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαῖς καὶ τὸ ὄρος Ισραηλ καὶ τὰ ταπεινά,
Verse: 17    
τὰ πρὸς τῷ ὄρει ἀπὸ ὄρους Αχελ καὶ προσαναβαίνει εἰς Σηιρ καὶ ἕως Βααλγαδ καὶ τὰ πεδία τοῦ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ Αερμων καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν καὶ ἀνεῖλεν αὐτοὺς καὶ ἀπέκτεινεν.
Verse: 18    
καὶ πλείους ἡμέρας ἐποίησεν ᾽Ιησοῦς πρὸς τοὺς βασιλεῖς τούτους τὸν πόλεμον,
Verse: 19    
καὶ οὐκ ἦν πόλις, ἣν οὐκ ἔλαβεν Ισραηλ, πάντα ἐλάβοσαν ἐν πολέμῳ.
Verse: 20    
ὅτι διὰ κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς Ισραηλ, ἵνα ἐξολεϑρευϑῶσιν, ὅπως μὴ δοϑῇ αὐτοῖς ἔλεος, ἀλλ' ἵνα ἐξολεϑρευϑῶσιν, ὃν τρόπον εἶπεν κύριος πρὸς Μωυσῆν.
Verse: 21    
Καὶ ἦλϑεν ᾽Ιησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλέϑρευσεν τοὺς Ενακιμ ἐκ τῆς ὀρεινῆς, ἐκ Χεβρων καὶ ἐκ Δαβιρ καὶ ἐξ Αναβωϑ καὶ ἐκ παντὸς γένους Ισραηλ καὶ ἐκ παντὸς ὄρους Ιουδα σὺν ταῖς πόλεσιν αὐτῶν, καὶ ἐξωλέϑρευσεν αὐτοὺς ᾽Ιησοῦς.
Verse: 22    
οὐ κατελείϕϑη τῶν Ενακιμ ἀπὸ τῶν υἱῶν Ισραηλ, ἀλλὰ πλὴν ἐν Γάζῃ καὶ ἐν Γεϑ καὶ ἐν Ασεδωϑ κατελείϕϑη.
Verse: 23    
καὶ ἔλαβεν ᾽Ιησοῦς πᾶσαν τὴν γῆν, καϑότι ἐνετείλατο κύριος τῷ Μωυσῇ, καὶ ἔδωκεν αὐτοὺς ᾽Ιησοῦς ἐν κληρονομίᾳ Ισραηλ ἐν μερισμῷ κατὰ ϕυλὰς αὐτῶν. καὶ γῆ κατέπαυσεν πολεμουμένη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.