TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 186
Chapter: 33
Verse: 1
Καὶ
αὕτη
ἡ
εὐλογία
,
ἣν
εὐλόγησεν
Μωυσῆς
ἄνϑρωπος
τοῦ
ϑεοῦ
τοὺς
υἱοὺς
Ισραηλ
πρὸ
τῆς
τελευτῆς
αὐτοῦ
·
Verse: 2
καὶ
εἶπεν
Κύριος
ἐκ
Σινα
ἥκει
καὶ
ἐπέϕανεν
ἐκ
Σηιρ
ἡμῖν
καὶ
κατέσπευσεν
ἐξ
ὄρους
Φαραν
σὺν
μυριάσιν
Καδης
,
ἐκ
δεξιῶν
αὐτοῦ
ἄγγελοι
μετ
'
αὐτοῦ
.
Verse: 3
καὶ
ἐϕείσατο
τοῦ
λαοῦ
αὐτοῦ
,
καὶ
πάντες
οἱ
ἡγιασμένοι
ὑπὸ
τὰς
χεῖράς
σου
·
καὶ
οὗτοι
ὑπὸ
σέ
εἰσιν
,
καὶ
ἐδέξατο
ἀπὸ
τῶν
λόγων
αὐτοῦ
Verse: 4
νόμον
,
ὃν
ἐνετείλατο
ἡμῖν
Μωυσῆς
,
κληρονομίαν
συναγωγαῖς
Ιακωβ
.
Verse: 5
καὶ
ἔσται
ἐν
τῷ
ἠγαπημένῳ
ἄρχων
συναχϑέντων
ἀρχόντων
λαῶν
ἅμα
ϕυλαῖς
Ισραηλ
.
Verse: 6
Ζήτω
Ρουβην
καὶ
μὴ
ἀποϑανέτω
καὶ
ἔστω
πολὺς
ἐν
ἀριϑμῷ
.
Verse: 7
Καὶ
αὕτη
Ιουδα
Εἰσάκουσον
,
κύριε
,
ϕωνῆς
Ιουδα
,
καὶ
εἰς
τὸν
λαὸν
αὐτοῦ
εἰσέλϑοισαν
·
αἱ
χεῖρες
αὐτοῦ
διακρινοῦσιν
αὐτῷ
,
καὶ
βοηϑὸς
ἐκ
τῶν
ἐχϑρῶν
αὐτοῦ
ἔσῃ
.
Verse: 8
Καὶ
τῷ
Λευι
εἶπεν
Δότε
Λευι
δήλους
αὐτοῦ
καὶ
ἀλήϑειαν
αὐτοῦ
τῷ
ἀνδρὶ
τῷ
ὁσίῳ
,
ὃν
ἐπείρασαν
αὐτὸν
ἐν
πείρᾳ
,
ἐλοιδόρησαν
αὐτὸν
ἐπὶ
ὕδατος
ἀντιλογίας
·
Verse: 9
ὁ
λέγων
τῷ
πατρὶ
καὶ
τῇ
μητρί
Οὐχ
ἑόρακά
σε
,
καὶ
τοὺς
ἀδελϕοὺς
αὐτοῦ
οὐκ
ἐπέγνω
καὶ
τοὺς
υἱοὺς
αὐτοῦ
ἀπέγνω
·
ἐϕύλαξεν
τὰ
λόγιά
σου
καὶ
τὴν
διαϑήκην
σου
διετήρησεν
.
Verse: 10
δηλώσουσιν
τὰ
δικαιώματά
σου
τῷ
Ιακωβ
καὶ
τὸν
νόμον
σου
τῷ
Ισραηλ
·
ἐπιϑήσουσιν
ϑυμίαμα
ἐν
ὀργῇ
σου
διὰ
παντὸς
ἐπὶ
τὸ
ϑυσιαστήριόν
σου
.
Verse: 11
εὐλόγησον
,
κύριε
,
τὴν
ἰσχὺν
αὐτοῦ
καὶ
τὰ
ἔργα
τῶν
χειρῶν
αὐτοῦ
δέξαι
·
κάταξον
ὀσϕὺν
ἐχϑρῶν
ἐπανεστηκότων
αὐτῷ
,
καὶ
οἱ
μισοῦντες
αὐτὸν
μὴ
ἀναστήτωσαν
.
Verse: 12
Καὶ
τῷ
Βενιαμιν
εἶπεν
᾽Ηγαπημένος
ὑπὸ
κυρίου
κατασκηνώσει
πεποιϑώς
,
καὶ
ὁ
ϑεὸς
σκιάζει
ἐπ
'
αὐτῷ
πάσας
τὰς
ἡμέρας
,
καὶ
ἀνὰ
μέσον
τῶν
ὤμων
αὐτοῦ
κατέπαυσεν
.
Verse: 13
Καὶ
τῷ
Ιωσηϕ
εἶπεν
᾽Απ
'
εὐλογίας
κυρίου
ἡ
γῆ
αὐτοῦ
ἀπὸ
ὡρῶν
οὐρανοῦ
καὶ
δρόσου
καὶ
ἀπὸ
ἀβύσσων
πηγῶν
κάτωϑεν
Verse: 14
καὶ
καϑ
'
ὥραν
γενημάτων
ἡλίου
τροπῶν
καὶ
ἀπὸ
συνόδων
μηνῶν
Verse: 15
καὶ
ἀπὸ
κορυϕῆς
ὀρέων
ἀρχῆς
καὶ
ἀπὸ
κορυϕῆς
βουνῶν
ἀενάων
Verse: 16
καὶ
καϑ
'
ὥραν
γῆς
πληρώσεως
.
καὶ
τὰ
δεκτὰ
τῷ
ὀϕϑέντι
ἐν
τῷ
βάτῳ
ἔλϑοισαν
ἐπὶ
κεϕαλὴν
Ιωσηϕ
,
καὶ
ἐπὶ
κορυϕῆς
δοξασϑεὶς
ἐν
ἀδελϕοῖς
.
Verse: 17
πρωτότοκος
ταύρου
τὸ
κάλλος
αὐτοῦ
,
κέρατα
μονοκέρωτος
τὰ
κέρατα
αὐτοῦ
·
ἐν
αὐτοῖς
ἔϑνη
κερατιεῖ
ἅμα
ἕως
ἐπ
'
ἄκρου
γῆς
.
αὗται
μυριάδες
Εϕραιμ
,
καὶ
αὗται
χιλιάδες
Μανασση
.
Verse: 18
Καὶ
τῷ
Ζαβουλων
εἶπεν
Εὐϕράνϑητι
,
Ζαβουλων
,
ἐν
ἐξοδίᾳ
σου
καί
,
Ισσαχαρ
,
ἐν
τοῖς
σκηνώμασιν
αὐτοῦ
.
Verse: 19
ἔϑνη
ἐξολεϑρεύσουσιν
,
καὶ
ἐπικαλέσεσϑε
ἐκεῖ
καὶ
ϑύσετε
ϑυσίαν
δικαιοσύνης
,
ὅτι
πλοῦτος
ϑαλάσσης
ϑηλάσει
σε
καὶ
ἐμπόρια
παράλιον
κατοικούντων
.
Verse: 20
Καὶ
τῷ
Γαδ
εἶπεν
Εὐλογημένος
ἐμπλατύνων
Γαδ
·
ὡς
λέων
ἀνεπαύσατο
συντρίψας
βραχίονα
καὶ
ἄρχοντα
.
Verse: 21
καὶ
εἶδεν
ἀπαρχὴν
αὐτοῦ
,
ὅτι
ἐκεῖ
ἐμερίσϑη
γῆ
ἀρχόντων
συνηγμένων
ἅμα
ἀρχηγοῖς
λαῶν
·
δικαιοσύνην
κύριος
ἐποίησεν
καὶ
κρίσιν
αὐτοῦ
μετὰ
Ισραηλ
.
Verse: 22
Καὶ
τῷ
Δαν
εἶπεν
Δαν
σκύμνος
λέοντος
καὶ
ἐκπηδήσεται
ἐκ
τοῦ
Βασαν
.
Verse: 23
Καὶ
τῷ
Νεϕϑαλι
εἶπεν
Νεϕϑαλι
πλησμονὴ
δεκτῶν
καὶ
ἐμπλησϑήτω
εὐλογίαν
παρὰ
κυρίου
ϑάλασσαν
καὶ
λίβα
κληρονομήσει
.
Verse: 24
Καὶ
τῷ
Ασηρ
εἶπεν
Εὐλογητὸς
ἀπὸ
τέκνων
Ασηρ
καὶ
ἔσται
δεκτὸς
τοῖς
ἀδελϕοῖς
αὐτοῦ
.
βάψει
ἐν
ἐλαίῳ
τὸν
πόδα
αὐτοῦ
·
Verse: 25
σίδηρος
καὶ
χαλκὸς
τὸ
ὑπόδημα
αὐτοῦ
ἔσται
,
καὶ
ὡς
αἱ
ἡμέραι
σου
ἡ
ἰσχύς
σου
.
Verse: 26
Οὐκ
ἔστιν
ὥσπερ
ὁ
ϑεὸς
τοῦ
ἠγαπημένου
·
ὁ
ἐπιβαίνων
ἐπὶ
τὸν
οὐρανὸν
βοηϑός
σου
καὶ
ὁ
μεγαλοπρεπὴς
τοῦ
στερεώματος
.
Verse: 27
καὶ
σκέπασις
ϑεοῦ
ἀρχῆς
καὶ
ὑπὸ
ἰσχὺν
βραχιόνων
ἀενάων
καὶ
ἐκβαλεῖ
ἀπὸ
προσώπου
σου
ἐχϑρὸν
λέγων
᾽Απόλοιο
.
Verse: 28
καὶ
κατασκηνώσει
Ισραηλ
πεποιϑὼς
μόνος
ἐπὶ
γῆς
Ιακωβ
ἐπὶ
σίτῳ
καὶ
οἴνῳ
,
καὶ
ὁ
οὐρανὸς
αὐτῷ
συννεϕὴς
δρόσῳ
.
Verse: 29
μακάριος
σύ
,
Ισραηλ
·
τίς
ὅμοιός
σοι
λαὸς
σῳζόμενος
ὑπὸ
κυρίου
;
ὑπερασπιεῖ
ὁ
βοηϑός
σου
,
καὶ
ἡ
μάχαιρα
καύχημά
σου
·
καὶ
ψεύσονταί
σε
οἱ
ἐχϑροί
σου
,
καὶ
σὺ
ἐπὶ
τὸν
τράχηλον
αὐτῶν
ἐπιβήσῃ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.