TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 178
Previous part

Chapter: 25 
Verse: 1    ᾽Εὰν δὲ γένηται ἀντιλογία ἀνὰ μέσον ἀνϑρώπων καὶ προσέλϑωσιν εἰς κρίσιν καὶ κρίνωσιν καὶ δικαιώσωσιν τὸν δίκαιον καὶ καταγνῶσιν τοῦ ἀσεβοῦς,
Verse: 2    
καὶ ἔσται ἐὰν ἄξιος πληγῶν ἀσεβῶν, καὶ καϑιεῖς αὐτὸν ἔναντι τῶν κριτῶν καὶ μαστιγώσουσιν αὐτὸν ἐναντίον αὐτῶν κατὰ τὴν ἀσέβειαν αὐτοῦ ἀριϑμῷ.
Verse: 3    
τεσσαράκοντα μαστιγώσουσιν αὐτόν, οὐ προσϑήσουσιν· ἐὰν δὲ προσϑῶσιν μαστιγῶσαι αὐτὸν ὑπὲρ ταύτας τὰς πληγὰς πλείους, ἀσχημονήσει ἀδελϕός σου ἐναντίον σου.
Verse: 4    
Οὐ ϕιμώσεις βοῦν ἀλοῶντα.
Verse: 5    
᾽Εὰν δὲ κατοικῶσιν ἀδελϕοὶ ἐπὶ τὸ αὐτὸ καὶ ἀποϑάνῃ εἷς ἐξ αὐτῶν, σπέρμα δὲ μὴ αὐτῷ, οὐκ ἔσται γυνὴ τοῦ τεϑνηκότος ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι· ἀδελϕὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσελεύσεται πρὸς αὐτὴν καὶ λήμψεται αὐτὴν ἑαυτῷ γυναῖκα καὶ συνοικήσει αὐτῇ.
Verse: 6    
καὶ ἔσται τὸ παιδίον, ἐὰν τέκῃ, κατασταϑήσεται ἐκ τοῦ ὀνόματος τοῦ τετελευτηκότος, καὶ οὐκ ἐξαλειϕϑήσεται τὸ ὄνομα αὐτοῦ ἐξ Ισραηλ.
Verse: 7    
ἐὰν δὲ μὴ βούληται ἄνϑρωπος λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελϕοῦ αὐτοῦ, καὶ ἀναβήσεται γυνὴ ἐπὶ τὴν πύλην ἐπὶ τὴν γερουσίαν καὶ ἐρεῖ Οὐ ϑέλει ἀδελϕὸς τοῦ ἀνδρός μου ἀναστῆσαι τὸ ὄνομα τοῦ ἀδελϕοῦ αὐτοῦ ἐν Ισραηλ, οὐκ ἠϑέλησεν ἀδελϕὸς τοῦ ἀνδρός μου.
Verse: 8    
καὶ καλέσουσιν αὐτὸν γερουσία τῆς πόλεως αὐτοῦ καὶ ἐροῦσιν αὐτῷ, καὶ στὰς εἴπῃ Οὐ βούλομαι λαβεῖν αὐτήν,
Verse: 9    
καὶ προσελϑοῦσα γυνὴ τοῦ ἀδελϕοῦ αὐτοῦ ἔναντι τῆς γερουσίας καὶ ὑπολύσει τὸ ὑπόδημα αὐτοῦ τὸ ἓν ἀπὸ τοῦ ποδὸς αὐτοῦ καὶ ἐμπτύσεται εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἀποκριϑεῖσα ἐρεῖ Οὕτως ποιήσουσιν τῷ ἀνϑρώπῳ, ὃς οὐκ οἰκοδομήσει τὸν οἶκον τοῦ ἀδελϕοῦ αὐτοῦ·
Verse: 10    
καὶ κληϑήσεται τὸ ὄνομα αὐτοῦ ἐν Ισραηλ Οἶκος τοῦ ὑπολυϑέντος τὸ ὑπόδημα.
Verse: 11    
᾽Εὰν δὲ μάχωνται ἄνϑρωποι ἐπὶ τὸ αὐτό, ἄνϑρωπος μετὰ τοῦ ἀδελϕοῦ αὐτοῦ, καὶ προσέλϑῃ γυνὴ ἑνὸς αὐτῶν ἐξελέσϑαι τὸν ἄνδρα αὐτῆς ἐκ χειρὸς τοῦ τύπτοντος αὐτὸν καὶ ἐκτείνασα τὴν χεῖρα ἐπιλάβηται τῶν διδύμων αὐτοῦ,
Verse: 12    
ἀποκόψεις τὴν χεῖρα αὐτῆς· οὐ ϕείσεται ὀϕϑαλμός σου ἐπ' αὐτῇ.
Verse: 13    
Οὐκ ἔσται ἐν τῷ μαρσίππῳ σου στάϑμιον καὶ στάϑμιον, μέγα μικρόν·
Verse: 14    
οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον καὶ μέτρον, μέγα μικρόν·
Verse: 15    
στάϑμιον ἀληϑινὸν καὶ δίκαιον ἔσται σοι, καὶ μέτρον ἀληϑινὸν καὶ δίκαιον ἔσται σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς, ἧς κύριος ϑεός σου δίδωσίν σοι ἐν κλήρῳ·
Verse: 16    
ὅτι βδέλυγμα κυρίῳ τῷ ϑεῷ σου πᾶς ποιῶν ταῦτα, πᾶς ποιῶν ἄδικον.
Verse: 17    
Μνήσϑητι ὅσα ἐποίησέν σοι Αμαληκ ἐν τῇ ὁδῷ ἐκπορευομένου σου ἐξ Αἰγύπτου,
Verse: 18    
πῶς ἀντέστη σοι ἐν τῇ ὁδῷ καὶ ἔκοψέν σου τὴν οὐραγίαν, τοὺς κοπιῶντας ὀπίσω σου, σὺ δὲ ἐπείνας καὶ ἐκοπίας, καὶ οὐκ ἐϕοβήϑη τὸν ϑεόν·
Verse: 19    
καὶ ἔσται ἡνίκα ἐὰν καταπαύσῃ σε κύριος ϑεός σου ἀπὸ πάντων τῶν ἐχϑρῶν σου τῶν κύκλῳ σου ἐν τῇ γῇ, κύριος ϑεός σου δίδωσίν σοι ἐν κλήρῳ κατακληρονομῆσαι, ἐξαλείψεις τὸ ὄνομα Αμαληκ ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν καὶ οὐ μὴ ἐπιλάϑῃ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.