TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 177
Previous part

Chapter: 24 
Verse: 1    ᾽Εὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ, ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα, καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ,
Verse: 2    
καὶ ἀπελϑοῦσα γένηται ἀνδρὶ ἑτέρῳ,
Verse: 3    
καὶ μισήσῃ αὐτὴν ἀνὴρ ἔσχατος καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, ἀποϑάνῃ ἀνὴρ ἔσχατος, ὃς ἔλαβεν αὐτὴν ἑαυτῷ γυναῖκα,
Verse: 4    
οὐ δυνήσεται ἀνὴρ πρότερος ἐξαποστείλας αὐτὴν ἐπαναστρέψας λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα μετὰ τὸ μιανϑῆναι αὐτήν, ὅτι βδέλυγμά ἐστιν ἐναντίον κυρίου τοῦ ϑεοῦ σου· καὶ οὐ μιανεῖτε τὴν γῆν, ἣν κύριος ϑεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ.
Verse: 5    
᾽Εὰν δέ τις λάβῃ γυναῖκα προσϕάτως, οὐκ ἐξελεύσεται εἰς τὸν πόλεμον, καὶ οὐκ ἐπιβληϑήσεται αὐτῷ οὐδὲν πρᾶγμα· ἀϑῷος ἔσται ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐνιαυτὸν ἕνα, εὐϕρανεῖ τὴν γυναῖκα αὐτοῦ, ἣν ἔλαβεν.
Verse: 6    
Οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον, ὅτι ψυχὴν οὗτος ἐνεχυράζει.
Verse: 7    
᾽Εὰν δὲ ἁλῷ ἄνϑρωπος κλέπτων ψυχὴν τῶν ἀδελϕῶν αὐτοῦ τῶν υἱῶν Ισραηλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, ἀποϑανεῖται κλέπτης ἐκεῖνος· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
Verse: 8    
Πρόσεχε σεαυτῷ ἐν τῇ ἁϕῇ τῆς λέπρας· ϕυλάξῃ σϕόδρα ποιεῖν κατὰ πάντα τὸν νόμον, ὃν ἐὰν ἀναγγείλωσιν ὑμῖν οἱ ἱερεῖς οἱ Λευῖται· ὃν τρόπον ἐνετειλάμην ὑμῖν, ϕυλάξασϑε ποιεῖν.
Verse: 9    
μνήσϑητι ὅσα ἐποίησεν κύριος ϑεός σου τῇ Μαριαμ ἐν τῇ ὁδῷ ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου.
Verse: 10    
᾽Εὰν ὀϕείλημα ἐν τῷ πλησίον σου, ὀϕείλημα ὁτιοῦν, οὐκ εἰσελεύσῃ εἰς τὴν οἰκίαν αὐτοῦ ἐνεχυράσαι τὸ ἐνέχυρον·
Verse: 11    
ἔξω στήσῃ, καὶ ἄνϑρωπος, οὗ τὸ δάνειόν σού ἐστιν ἐν αὐτῷ, ἐξοίσει σοι τὸ ἐνέχυρον ἔξω.
Verse: 12    
ἐὰν δὲ ἄνϑρωπος πένηται, οὐ κοιμηϑήσῃ ἐν τῷ ἐνεχύρῳ αὐτοῦ·
Verse: 13    
ἀποδόσει ἀποδώσεις τὸ ἐνέχυρον αὐτοῦ περὶ δυσμὰς ἡλίου, καὶ κοιμηϑήσεται ἐν τῷ ἱματίῳ αὐτοῦ καὶ εὐλογήσει σε, καὶ ἔσται σοι ἐλεημοσύνη ἐναντίον κυρίου τοῦ ϑεοῦ σου.
Verse: 14    
Οὐκ ἀπαδικήσεις μισϑὸν πένητος καὶ ἐνδεοῦς ἐκ τῶν ἀδελϕῶν σου ἐκ τῶν προσηλύτων τῶν ἐν ταῖς πόλεσίν σου·
Verse: 15    
αὐϑημερὸν ἀποδώσεις τὸν μισϑὸν αὐτοῦ, οὐκ ἐπιδύσεται ἥλιος ἐπ' αὐτῷ, ὅτι πένης ἐστὶν καὶ ἐν αὐτῷ ἔχει τὴν ἐλπίδα· καὶ οὐ καταβοήσεται κατὰ σοῦ πρὸς κύριον, καὶ ἔσται ἐν σοὶ ἁμαρτία.
Verse: 16    
Οὐκ ἀποϑανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ υἱοὶ οὐκ ἀποϑανοῦνται ὑπὲρ πατέρων· ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποϑανεῖται.
Verse: 17    
Οὐκ ἐκκλινεῖς κρίσιν προσηλύτου καὶ ὀρϕανοῦ καὶ χήρας καὶ οὐκ ἐνεχυράσεις ἱμάτιον χήρας·
Verse: 18    
καὶ μνησϑήσῃ ὅτι οἰκέτης ἦσϑα ἐν γῇ Αἰγύπτῳ καὶ ἐλυτρώσατό σε κύριος ϑεός σου ἐκεῖϑεν· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο.
Verse: 19    
᾽Εὰν δὲ ἀμήσῃς ἀμητὸν ἐν τῷ ἀγρῷ σου καὶ ἐπιλάϑῃ δράγμα ἐν τῷ ἀγρῷ σου, οὐκ ἐπαναστραϕήσῃ λαβεῖν αὐτό· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρϕανῷ καὶ τῇ χήρᾳ ἔσται, ἵνα εὐλογήσῃ σε κύριος ϑεός σου ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν σου.
Verse: 20    
ἐὰν δὲ ἐλαιαλογήσῃς, οὐκ ἐπαναστρέψεις καλαμήσασϑαι τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ τῷ ὀρϕανῷ καὶ τῇ χήρᾳ ἔσται· καὶ μνησϑήσῃ ὅτι οἰκέτης ἦσϑα ἐν γῇ Αἰγύπτῳ, διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο.
Verse: 21    
ἐὰν δὲ τρυγήσῃς τὸν ἀμπελῶνά σου, οὐκ ἐπανατρυγήσεις αὐτὸν τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ τῷ ὀρϕανῷ καὶ τῇ χήρᾳ ἔσται·
Verse: 22    
καὶ μνησϑήσῃ ὅτι οἰκέτης ἦσϑα ἐν γῇ Αἰγύπτῳ, διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.