TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 168
Chapter: 15
Verse: 1
Δι
'
ἑπτὰ
ἐτῶν
ποιήσεις
ἄϕεσιν
.
Verse: 2
καὶ
οὕτως
τὸ
πρόσταγμα
τῆς
ἀϕέσεως
·
ἀϕήσεις
πᾶν
χρέος
ἴδιον
,
ὃ
ὀϕείλει
σοι
ὁ
πλησίον
,
καὶ
τὸν
ἀδελϕόν
σου
οὐκ
ἀπαιτήσεις
,
ὅτι
ἐπικέκληται
ἄϕεσις
κυρίῳ
τῷ
ϑεῷ
σου
.
Verse: 3
τὸν
ἀλλότριον
ἀπαιτήσεις
ὅσα
ἐὰν
ᾖ
σοι
παρ
'
αὐτῷ
,
τοῦ
ἀδελϕοῦ
σου
ἄϕεσιν
ποιήσεις
τοῦ
χρέους
σου
·
Verse: 4
ὅτι
οὐκ
ἔσται
ἐν
σοὶ
ἐνδεής
,
ὅτι
εὐλογῶν
εὐλογήσει
σε
κύριος
ὁ
ϑεός
σου
ἐν
τῇ
γῇ
,
ᾗ
κύριος
ὁ
ϑεός
σου
δίδωσίν
σοι
ἐν
κλήρῳ
κατακληρονομῆσαι
αὐτήν
,
Verse: 5
ἐὰν
δὲ
ἀκοῇ
εἰσακούσητε
τῆς
ϕωνῆς
κυρίου
τοῦ
ϑεοῦ
ὑμῶν
ϕυλάσσειν
καὶ
ποιεῖν
πάσας
τὰς
ἐντολὰς
ταύτας
,
ὅσας
ἐγὼ
ἐντέλλομαί
σοι
σήμερον
.
Verse: 6
ὅτι
κύριος
ὁ
ϑεός
σου
εὐλόγησέν
σε
,
ὃν
τρόπον
ἐλάλησέν
σοι
,
καὶ
δανιεῖς
ἔϑνεσιν
πολλοῖς
,
σὺ
δὲ
οὐ
δανιῇ
,
καὶ
ἄρξεις
σὺ
ἐϑνῶν
πολλῶν
,
σοῦ
δὲ
οὐκ
ἄρξουσιν
.
Verse: 7
᾽Εὰν
δὲ
γένηται
ἐν
σοὶ
ἐνδεὴς
τῶν
ἀδελϕῶν
σου
ἐν
μιᾷ
τῶν
πόλεων
σου
ἐν
τῇ
γῇ
,
ᾗ
κύριος
ὁ
ϑεός
σου
δίδωσίν
σοι
,
οὐκ
ἀποστέρξεις
τὴν
καρδίαν
σου
οὐδ
'
οὐ
μὴ
συσϕίγξῃς
τὴν
χεῖρά
σου
ἀπὸ
τοῦ
ἀδελϕοῦ
σου
τοῦ
ἐπιδεομένου
·
Verse: 8
ἀνοίγων
ἀνοίξεις
τὰς
χεῖράς
σου
αὐτῷ
,
δάνειον
δανιεῖς
αὐτῷ
ὅσον
ἐπιδέεται
,
καϑ
'
ὅσον
ἐνδεεῖται
.
Verse: 9
πρόσεχε
σεαυτῷ
μὴ
γένηται
ῥῆμα
κρυπτὸν
ἐν
τῇ
καρδίᾳ
σου
,
ἀνόμημα
,
λέγων
᾽Εγγίζει
τὸ
ἔτος
τὸ
ἕβδομον
,
ἔτος
τῆς
ἀϕέσεως
,
καὶ
πονηρεύσηται
ὁ
ὀϕϑαλμός
σου
τῷ
ἀδελϕῷ
σου
τῷ
ἐπιδεομένῳ
,
καὶ
οὐ
δώσεις
αὐτῷ
,
καὶ
βοήσεται
κατὰ
σοῦ
πρὸς
κύριον
,
καὶ
ἔσται
ἐν
σοὶ
ἁμαρτία
μεγάλη
.
Verse: 10
διδοὺς
δώσεις
αὐτῷ
καὶ
δάνειον
δανιεῖς
αὐτῷ
ὅσον
ἐπιδέεται
,
καὶ
οὐ
λυπηϑήσῃ
τῇ
καρδίᾳ
σου
διδόντος
σου
αὐτῷ
·
ὅτι
διὰ
τὸ
ῥῆμα
τοῦτο
εὐλογήσει
σε
κύριος
ὁ
ϑεός
σου
ἐν
πᾶσιν
τοῖς
ἔργοις
καὶ
ἐν
πᾶσιν
,
οὗ
ἂν
ἐπιβάλῃς
τὴν
χεῖρά
σου
.
Verse: 11
οὐ
γὰρ
μὴ
ἐκλίπῃ
ἐνδεὴς
ἀπὸ
τῆς
γῆς
·
διὰ
τοῦτο
ἐγώ
σοι
ἐντέλλομαι
ποιεῖν
τὸ
ῥῆμα
τοῦτο
λέγων
᾽Ανοίγων
ἀνοίξεις
τὰς
χεῖράς
σου
τῷ
ἀδελϕῷ
σου
τῷ
πένητι
καὶ
τῷ
ἐπιδεομένῳ
τῷ
ἐπὶ
τῆς
γῆς
σου
.
Verse: 12
᾽Εὰν
δὲ
πραϑῇ
σοι
ὁ
ἀδελϕός
σου
ὁ
Εβραῖος
ἢ
ἡ
Εβραία
,
δουλεύσει
σοι
ἓξ
ἔτη
,
καὶ
τῷ
ἑβδόμῳ
ἐξαποστελεῖς
αὐτὸν
ἐλεύϑερον
ἀπὸ
σοῦ
.
Verse: 13
ὅταν
δὲ
ἐξαποστέλλῃς
αὐτὸν
ἐλεύϑερον
ἀπὸ
σοῦ
,
οὐκ
ἐξαποστελεῖς
αὐτὸν
κενόν
·
Verse: 14
ἐϕόδιον
ἐϕοδιάσεις
αὐτὸν
ἀπὸ
τῶν
προβάτων
σου
καὶ
ἀπὸ
τοῦ
σίτου
σου
καὶ
ἀπὸ
τῆς
ληνοῦ
σου
·
καϑὰ
εὐλόγησέν
σε
κύριος
ὁ
ϑεός
σου
,
δώσεις
αὐτῷ
.
Verse: 15
καὶ
μνησϑήσῃ
ὅτι
οἰκέτης
ἦσϑα
ἐν
γῇ
Αἰγύπτου
καὶ
ἐλυτρώσατό
σε
κύριος
ὁ
ϑεός
σου
ἐκεῖϑεν
·
διὰ
τοῦτο
ἐγώ
σοι
ἐντέλλομαι
ποιεῖν
τὸ
ῥῆμα
τοῦτο
.
Verse: 16
ἐὰν
δὲ
λέγῃ
πρὸς
σέ
Οὐκ
ἐξελεύσομαι
ἀπὸ
σοῦ
,
ὅτι
ἠγάπηκέν
σε
καὶ
τὴν
οἰκίαν
σου
,
ὅτι
εὖ
αὐτῷ
ἐστιν
παρὰ
σοί
,
Verse: 17
καὶ
λήμψῃ
τὸ
ὀπήτιον
καὶ
τρυπήσεις
τὸ
ὠτίον
αὐτοῦ
πρὸς
τὴν
ϑύραν
,
καὶ
ἔσται
σοι
οἰκέτης
εἰς
τὸν
αἰῶνα
·
καὶ
τὴν
παιδίσκην
σου
ποιήσεις
ὡσαύτως
.
Verse: 18
οὐ
σκληρὸν
ἔσται
ἐναντίον
σου
ἐξαποστελλομένων
αὐτῶν
ἐλευϑέρων
ἀπὸ
σοῦ
,
ὅτι
ἐϕέτιον
μισϑὸν
τοῦ
μισϑωτοῦ
ἐδούλευσέν
σοι
ἓξ
ἔτη
·
καὶ
εὐλογήσει
σε
κύριος
ὁ
ϑεός
σου
ἐν
πᾶσιν
,
οἷς
ἐὰν
ποιῇς
.
Verse: 19
Πᾶν
πρωτότοκον
,
ὃ
ἐὰν
τεχϑῇ
ἐν
τοῖς
βουσίν
σου
καὶ
ἐν
τοῖς
προβάτοις
σου
,
τὰ
ἀρσενικά
,
ἁγιάσεις
κυρίῳ
τῷ
ϑεῷ
σου
·
οὐκ
ἐργᾷ
ἐν
τῷ
πρωτοτόκῳ
μόσχῳ
σου
καὶ
οὐ
μὴ
κείρῃς
τὸ
πρωτότοκον
τῶν
προβάτων
σου
·
Verse: 20
ἔναντι
κυρίου
ϕάγῃ
αὐτὸ
ἐνιαυτὸν
ἐξ
ἐνιαυτοῦ
ἐν
τῷ
τόπῳ
,
ᾧ
ἐὰν
ἐκλέξηται
κύριος
ὁ
ϑεός
σου
,
σὺ
καὶ
ὁ
οἶκός
σου
.
Verse: 21
ἐὰν
δὲ
ᾖ
ἐν
αὐτῷ
μῶμος
,
χωλὸν
ἢ
τυϕλὸν
ἢ
καὶ
πᾶς
μῶμος
πονηρός
,
οὐ
ϑύσεις
αὐτὸ
κυρίῳ
τῷ
ϑεῷ
σου
·
Verse: 22
ἐν
ταῖς
πόλεσίν
σου
ϕάγῃ
αὐτό
,
ὁ
ἀκάϑαρτος
ἐν
σοὶ
καὶ
ὁ
καϑαρὸς
ὡσαύτως
ἔδεται
ὡς
δορκάδα
ἢ
ἔλαϕον
·
Verse: 23
πλὴν
τὸ
αἷμα
οὐ
ϕάγεσϑε
,
ἐπὶ
τὴν
γῆν
ἐκχεεῖς
αὐτὸ
ὡς
ὕδωρ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.