TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1191
Book: Bel
ΒΗΛ
ΚΑΙ
ΔΡΑΚΩΝ
(S
)
Verse: 0
ΒΗΛ
ΚΑΙ
ΔΡΑΚΩΝ
᾽Εκ
προϕητείας
Αμβακουμ
υἱοῦ
᾽Ιησοῦ
ἐκ
τῆς
ϕυλῆς
Λευι
.
Verse: 2
῎Ανϑρωπός
τις
ἦν
ἱερεύς
,
ᾧ
ὄνομα
Δανιηλ
υἱὸς
Αβαλ
,
συμβιωτὴς
τοῦ
βασιλέως
Βαβυλῶνος
.
Verse: 3
καὶ
ἦν
εἴδωλον
,
Βηλ
,
ὃ
ἐσέβοντο
οἱ
Βαβυλώνιοι
·
ἀνηλίσκετο
δὲ
αὐτῷ
καϑ
'
ἑκάστην
ἡμέραν
σεμιδάλεως
ἀρτάβαι
δέκα
δύο
καὶ
πρόβατα
τέσσαρα
καὶ
ἐλαίου
μετρηταὶ
ἕξ
.
Verse: 4
καὶ
ὁ
βασιλεὺς
ἐσέβετο
αὐτόν
,
καὶ
ἐπορεύετο
ὁ
βασιλεὺς
καϑ
'
ἑκάστην
ἡμέραν
καὶ
προσεκύνει
αὐτῷ
·
Δανιηλ
δὲ
προσηύχετο
πρὸς
κύριον
.
Verse: 5
καὶ
εἶπεν
ὁ
βασιλεὺς
τῷ
Δανιηλ
Διὰ
τί
οὐ
προσκυνεῖς
τῷ
Βηλ
;
καὶ
εἶπε
Δανιηλ
πρὸς
τὸν
βασιλέα
Οὐδένα
σέβομαι
ἐγὼ
εἰ
μὴ
κύριον
τὸν
ϑεὸν
τὸν
κτίσαντα
τὸν
οὐρανὸν
καὶ
τὴν
γῆν
καὶ
ἔχοντα
πάσης
σαρκὸς
κυρ[ι]είαν
.
Verse: 6
εἶπεν
δὲ
ὁ
βασιλεὺς
αὐτῷ
Οὗτος
οὖν
οὐκ
ἔστι
ϑεός
;
οὐχ
ὁρᾷς
ὅσα
εἰς
αὐτὸν
δαπανᾶται
καϑ
'
ἑκάστην
ἡμέραν
;
Verse: 7
καὶ
εἶπεν
αὐτῷ
Δανιηλ
Μηδαμῶς
·
μηδείς
σε
παραλογιζέσϑω
·
οὗτος
γὰρ
ἔσωϑεν
μὲν
πήλινός
ἐστιν
,
ἔξωϑεν
δὲ
χαλκοῦς
·
ὀμνύω
δέ
σοι
κύριον
τὸν
ϑεὸν
τῶν
ϑεῶν
,
ὅτι
οὐϑὲν
βέβρωκε
πώποτε
οὗτος
.
Verse: 8
καὶ
ϑυμωϑεὶς
ὁ
βασιλεὺς
ἐκάλεσε
τοὺς
προεστηκότας
τοῦ
ἱεροῦ
καὶ
εἶπεν
αὐτοῖς
Παραδείξατε
τὸν
ἐσϑίοντα
τὰ
παρασκευαζόμενα
τῷ
Βηλ
·
εἰ
δὲ
μή
γε
,
ἀποϑανεῖσϑε
ἢ
Δανιηλ
ὁ
ϕάσκων
μὴ
ἐσϑίεσϑαι
αὐτὰ
ὑπ
'
αὐτοῦ
.
οἱ
δὲ
εἶπαν
Αὐτὸς
ὁ
Βηλ
ἐστὶν
ὁ
κατεσϑίων
αὐτά
.
Verse: 9
εἶπε
δὲ
Δανιηλ
πρὸς
τὸν
βασιλέα
Γινέσϑω
οὕτως
·
ἐὰν
μὴ
παραδείξω
ὅτι
οὐκ
ἔστιν
ὁ
Βηλ
ὁ
κατεσϑίων
ταῦτα
,
ἀποϑανοῦμαι
καὶ
πάντες
οἱ
παρ
'
ἐμοῦ
.
ἦσαν
δὲ
τῷ
Βηλ
ἱερεῖς
ἑβδομήκοντα
χωρὶς
γυναικῶν
καὶ
τέκνων
.
Verse: 10
ἤγαγον
δέ
τὸν
βασιλέα
εἰς
τὸ
εἰδώλιον
.
Verse: 11
καὶ
παρετέϑη
τὰ
βρώματα
ἐνώπιον
τοῦ
βασιλέως
καὶ
τοῦ
Δανιηλ
,
καὶ
οἶνος
κερασϑεὶς
εἰσηνέχϑη
καὶ
παρετέϑη
τῷ
Βηλ
.
καὶ
εἶπεν
Δανιηλ
Σὺ
αὐτὸς
ὁρᾷς
ὅτι
κεῖται
ταῦτα
,
βασιλεῦ
·
σὺ
οὖν
ἐπισϕράγισαι
τὰς
κλεῖδας
τοῦ
ναοῦ
,
ἐπὰν
κλεισϑῇ
.
Verse: 13
ἤρεσε
δὲ
ὁ
λόγος
τῷ
βασιλεῖ
.
Verse: 14
ὁ
δὲ
Δανιηλ
ἐκέλευσε
τοὺς
παρ
'
αὐτοῦ
ἐκβαλόντας
πάντας
ἐκ
τοῦ
ναοῦ
κατασῆσαι
ὅλον
τὸν
ναὸν
σποδῷ
οὐϑενὸς
τῶν
ἐκτὸς
αὐτοῦ
εἰδότος
.
καὶ
τότε
τὸν
ναὸν
ἐκέλευσε
σϕραγίσαι
τῷ
τοῦ
βασιλέως
δακτυλίῳ
καὶ
τοῖς
δακτυλίοις
τινῶν
ἐνδόξων
ἱερέων
·
καὶ
ἐγένετο
οὕτως
.
Verse: 15-17
καὶ
ἐγένετο
τῇ
ἐπαύριον
παρεγένοντο
ἐπὶ
τὸν
τόπον
·
οἱ
δὲ
ἱερεῖς
τοῦ
Βηλ
διὰ
ψευδοϑυρίδων
εἰσελϑόντες
κατεϕάγοσαν
πάντα
τὰ
παρακείμενα
τῷ
Βηλ
καὶ
ἐξέπιον
τὸν
οἶνον
.
καὶ
εἶπεν
Δανιηλ
᾽Επίδετε
τὰς
σϕραγῖδας
ὑμῶν
εἰ
μένουσιν
,
ἄνδρες
ἱερεῖς
·
καὶ
σὺ
δέ
,
βασιλεῦ
,
σκέψαι
μή
τί
σοι
ἀσύμϕωνον
γεγένηται
.
καὶ
εὗρον
,
ὡς
ἦν
ἡ
σϕραγίς
,
καὶ
ἀπέβαλον
τὴν
σϕραγῖδα
.
Verse: 18
καὶ
ἀνοίξαντες
τὰς
ϑύρας
εἴδοσαν
δεδαπανημένα
πάντα
τὰ
παρατεϑέντα
καὶ
τὰς
τραπέζας
κενάς
·
καὶ
ἐχάρη
ὁ
βασιλεὺς
καὶ
εἶπεν
πρὸς
τὸν
Δανιηλ
Μέγας
ἐστὶν
ὁ
Βηλ
,
καὶ
οὐκ
ἔστι
παρ
'
αὐτῷ
δόλος
.
Verse: 19
καὶ
ἐγέλασε
Δανιηλ
σϕόδρα
καὶ
εἶπεν
τῷ
βασιλεῖ
Δεῦρο
ἰδὲ
τὸν
δόλον
τῶν
ἱερέων
.
καὶ
εἶπεν
Δανιηλ
Βασιλεῦ
,
ταῦτα
τὰ
ἴχνη
τίνος
ἐστί
;
Verse: 20
καὶ
εἶπεν
ὁ
βασιλεύς
᾽Ανδρῶν
καὶ
γυναικῶν
καὶ
παιδίων
.
Verse: 21
καὶ
ἐπῆλϑεν
ἐπὶ
τὸν
οἶκον
,
ἐν
ᾧ
ἦσαν
οἱ
ἱερεῖς
καταγινόμενοι
,
καὶ
εὗρε
τὰ
βρώματα
τοῦ
Βηλ
καὶ
τὸν
οἶνον
·
καὶ
ἐπέδειξε
Δανιηλ
τῷ
βασιλεῖ
τὰ
ψευδοϑύρια
,
δι
'
ὧν
εἰσπορευόμενοι
οἱ
ἱερεῖς
ἐδαπάνων
τὰ
παρατιϑέμενα
τῷ
Βηλ
.
Verse: 22
καὶ
ἐξήγαγεν
αὐτοὺς
ὁ
βασιλεὺς
ἐκ
τοῦ
Βηλίου
καὶ
παρέδωκεν
αὐτοὺς
τῷ
Δανιηλ
·
καὶ
τὴν
δαπάνην
τὴν
εἰς
αὐτὸν
ἔδωκε
τῷ
Δανιηλ
,
τὸν
δὲ
Βηλ
κατέστρεψε
.
Verse: 23
Καὶ
ἦν
δράκων
ἐν
τῷ
αὐτῷ
τόπῳ
,
καὶ
ἐσέβοντο
αὐτὸν
οἱ
Βαβυλώνιοι
.
Verse: 24
καὶ
εἶπεν
ὁ
βασιλεὺς
τῷ
Δανιηλ
Μὴ
καὶ
τοῦτον
ἐρεῖς
ὅτι
χαλκοῦς
ἐστιν
;
ἰδοὺ
ζῇ
καὶ
ἐσϑίει
καὶ
πίνει
·
προσκύνησον
αὐτῷ
.
Verse: 25
καὶ
εἶπεν
Δανιηλ
Βασιλεῦ
,
δός
μοι
τὴν
ἐξουσίαν
,
καὶ
ἀνελῶ
τὸν
δράκοντα
ἄνευ
σιδήρου
καὶ
ῥάβδου
.
Verse: 26
καὶ
συνεχώρησεν
αὐτῷ
ὁ
βασιλεὺς
καὶ
εἶπεν
αὐτῷ
Δέδοταί
σοι
.
Verse: 27
καὶ
λαβὼν
ὁ
Δανιηλ
πίσσης
μνᾶς
τριάκοντα
καὶ
στέαρ
καὶ
τρίχας
ἥψησεν
ἐπὶ
τὸ
αὐτὸ
καὶ
ἐποίησε
μάζαν
καὶ
ἐνέβαλεν
εἰς
τὸ
στόμα
τοῦ
δράκοντος
,
καὶ
ϕαγὼν
διερράγη
.
καὶ
ἔδειξεν
αὐτὸν
τῷ
βασιλεῖ
λέγων
Οὐ
ταῦτα
σέβεσϑε
,
βασιλεῦ
;
Verse: 28
καὶ
συνήχϑησαν
οἱ
ἀπὸ
τῆς
χώρας
πάντες
ἐπὶ
τὸν
Δανιηλ
καὶ
εἶπαν
Ιουδαῖος
γέγονεν
ὁ
βασιλεύς
·
τὸν
Βηλ
κατέστρεψε
καὶ
τὸν
δράκοντα
ἀπέκτεινε
.
Verse: 30
καὶ
ἰδὼν
ὁ
βασιλεὺς
ὅτι
ἐπισυνήχϑη
ὁ
ὄχλος
τῆς
χώρας
ἐπ
'
αὐτόν
,
ἐκάλεσε
τοὺς
συμβιωτὰς
αὐτοῦ
καὶ
εἶπεν
Δίδωμι
τὸν
Δανιηλ
εἰς
ἀπώλειαν
.
Verse: 31-32
ἦν
δὲ
λάκκος
ἐν
ᾧ
ἐτρέϕοντο
λέοντες
ἑπτά
,
οἷς
παρεδίδοντο
οἱ
ἐπίβουλοι
τοῦ
βασιλέως
,
καὶ
ἐχορηγεῖτο
αὐτοῖς
καϑ
'
ἑκάστην
ἡμέραν
τῶν
ἐπιϑανατίων
σώματα
δύο
.
καὶ
ἐνεβάλοσαν
τὸν
Δανιηλ
οἱ
ὄχλοι
εἰς
ἐκεῖνον
τὸν
λάκκον
,
ἵνα
καταβρωϑῇ
καὶ
μηδὲ
ταϕῆς
τύχῃ
.
καὶ
ἦν
ἐν
τῷ
λάκκῳ
Δανιηλ
ἡμέρας
ἕξ
.
Verse: 33
καὶ
ἐγένετο
τῇ
ἡμέρᾳ
τῇ
ἕκτῃ
καὶ
ἦν
Αμβακουμ
ἔχων
ἄρτους
ἐντεϑρυμμένους
ἐν
σκάϕῃ
ἐν
ἑψήματι
καὶ
στάμνον
οἴνου
κεκερασμένου
καὶ
ἐπορεύετο
εἰς
τὸ
πεδίον
πρὸς
τοὺς
ϑεριστάς
.
Verse: 34
καὶ
ἐλάλησεν
ἄγγελος
κυρίου
πρὸς
Αμβακουμ
λέγων
Τάδε
λέγει
σοι
κύριος
ὁ
ϑεός
Τὸ
ἄριστον
,
ὃ
ἔχεις
,
ἀπένεγκε
Δανιηλ
εἰς
τὸν
λάκκον
τῶν
λεόντων
ἐν
Βαβυλῶνι
.
Verse: 35
καὶ
εἶπεν
Αμβακουμ
Κύριε
ὁ
ϑεός
,
οὐχ
ἑώρακα
τὴν
Βαβυλῶνα
καὶ
τὸν
λάκκον
οὐ
γινώσκω
ποῦ
ἐστι
.
Verse: 36
καὶ
ἐπιλαβόμενος
αὐτοῦ
ὁ
ἄγγελος
κυρίου
τοῦ
Αμβακουμ
τῆς
κόμης
αὐτοῦ
τῆς
κεϕαλῆς
ἔϑηκεν
αὐτὸν
ἐπάνω
τοῦ
λάκκου
τοῦ
ἐν
Βαβυλῶνι
.
Verse: 37
καὶ
εἶπεν
Αμβακουμ
πρὸς
Δανιηλ
᾽Αναστὰς
ϕάγε
τὸ
ἄριστον
,
ὃ
ἀπέστειλέ
σοι
κύριος
ὁ
ϑεός
.
Verse: 38
καὶ
εἶπε
Δανιηλ
᾽Εμνήσϑη
γάρ
μου
κύριος
ὁ
ϑεὸς
ὁ
μὴ
ἐγκαταλείπων
τοὺς
ἀγαπῶντας
αὐτόν
.
Verse: 39
καὶ
ἔϕαγε
Δανιηλ
·
ὁ
δὲ
ἄγγελος
κυρίου
κατέστησε
τὸν
Αμβακουμ
ὅϑεν
αὐτὸν
ἔλαβε
τῇ
αὐτῇ
ἡμέρᾳ
.
ὁ
δὲ
κύριος
ὁ
ϑεὸς
ἐμνήσϑη
τοῦ
Δανιηλ
.
Verse: 40
ἐξῆλϑε
δὲ
ὁ
βασιλεὺς
μετὰ
ταῦτα
πενϑῶν
τὸν
Δανιηλ
καὶ
ἐγκύψας
εἰς
τὸν
λάκκον
ὁρᾷ
αὐτὸν
καϑήμενον
.
Verse: 41
καὶ
ἀναβοήσας
εἶπεν
ὁ
βασιλεύς
Μέγας
ἐστὶ
κύριος
ὁ
ϑεός
,
καὶ
οὐκ
ἔστι
πλὴν
αὐτοῦ
ἄλλος
.
Verse: 42
καὶ
ἐξήγαγεν
ὁ
βασιλεὺς
τὸν
Δανιηλ
ἐκ
τοῦ
λάκκου
·
καὶ
τοὺς
αἰτίους
τῆς
ἀπωλείας
αὐτοῦ
ἐνέβαλεν
εἰς
τὸν
λάκκον
ἐνώπιον
τοῦ
Δανιηλ
,
καὶ
κατεβρώϑησαν
. //
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.