TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1190
Chapter: 12
Verse: 1
καὶ
ἐν
τῷ
καιρῷ
ἐκείνῳ
ἀναστήσεται
Μιχαηλ
ὁ
ἄρχων
ὁ
μέγας
ὁ
ἑστηκὼς
ἐπὶ
τοὺς
υἱοὺς
τοῦ
λαοῦ
σου
·
καὶ
ἔσται
καιρὸς
ϑλίψεως
,
ϑλῖψις
οἵα
οὐ
γέγονεν
ἀϕ
'
οὗ
γεγένηται
ἔϑνος
ἐπὶ
τῆς
γῆς
ἕως
τοῦ
καιροῦ
ἐκείνου
·
καὶ
ἐν
τῷ
καιρῷ
ἐκείνῳ
σωϑήσεται
ὁ
λαός
σου
,
πᾶς
ὁ
εὑρεϑεὶς
γεγραμμένος
ἐν
τῇ
βίβλῳ
.
Verse: 2
καὶ
πολλοὶ
τῶν
καϑευδόντων
ἐν
γῆς
χώματι
ἐξεγερϑήσονται
,
οὗτοι
εἰς
ζωὴν
αἰώνιον
καὶ
οὗτοι
εἰς
ὀνειδισμὸν
καὶ
εἰς
αἰσχύνην
αἰώνιον
.
Verse: 3
καὶ
οἱ
συνιέντες
ἐκλάμψουσιν
ὡς
ἡ
λαμπρότης
τοῦ
στερεώματος
καὶ
ἀπὸ
τῶν
δικαίων
τῶν
πολλῶν
ὡς
οἱ
ἀστέρες
εἰς
τοὺς
αἰῶνας
καὶ
ἔτι
.
Verse: 4
καὶ
σύ
,
Δανιηλ
,
ἔμϕραξον
τοὺς
λόγους
καὶ
σϕράγισον
τὸ
βιβλίον
ἕως
καιροῦ
συντελείας
,
ἕως
διδαχϑῶσιν
πολλοὶ
καὶ
πληϑυνϑῇ
ἡ
γνῶσις
.
Verse: 5
καὶ
εἶδον
ἐγὼ
Δανιηλ
καὶ
ἰδοὺ
δύο
ἕτεροι
εἱστήκεισαν
,
εἷς
ἐντεῦϑεν
τοῦ
χείλους
τοῦ
ποταμοῦ
καὶ
εἷς
ἐντεῦϑεν
τοῦ
χείλους
τοῦ
ποταμοῦ
.
Verse: 6
καὶ
εἶπεν
τῷ
ἀνδρὶ
τῷ
ἐνδεδυμένῳ
τὰ
βαδδιν
,
ὃς
ἦν
ἐπάνω
τοῦ
ὕδατος
τοῦ
ποταμοῦ
῞Εως
πότε
τὸ
πέρας
ὧν
εἴρηκας
τῶν
ϑαυμασίων
;
Verse: 7
καὶ
ἤκουσα
τοῦ
ἀνδρὸς
τοῦ
ἐνδεδυμένου
τὰ
βαδδιν
,
ὃς
ἦν
ἐπάνω
τοῦ
ὕδατος
τοῦ
ποταμοῦ
,
καὶ
ὕψωσεν
τὴν
δεξιὰν
αὐτοῦ
καὶ
τὴν
ἀριστερὰν
αὐτοῦ
εἰς
τὸν
οὐρανὸν
καὶ
ὤμοσεν
ἐν
τῷ
ζῶντι
τὸν
αἰῶνα
ὅτι
Εἰς
καιρὸν
καιρῶν
καὶ
ἥμισυ
καιροῦ
·
ἐν
τῷ
συντελεσϑῆναι
διασκορπισμὸν
χειρὸς
λαοῦ
ἡγιασμένου
γνώσονται
πάντα
ταῦτα
.
Verse: 8
καὶ
ἐγὼ
ἤκουσα
καὶ
οὐ
συνῆκα
καὶ
εἶπα
Κύριε
,
τί
τὰ
ἔσχατα
τούτων
;
Verse: 9
καὶ
εἶπεν
Δεῦρο
,
Δανιηλ
,
ὅτι
ἐμπεϕραγμένοι
καὶ
ἐσϕραγισμένοι
οἱ
λόγοι
,
ἕως
καιροῦ
πέρας
·
Verse: 10
ἐκλεγῶσιν
καὶ
ἐκλευκανϑῶσιν
καὶ
πυρωϑῶσιν
πολλοί
,
καὶ
ἀνομήσωσιν
ἄνομοι
·
καὶ
οὐ
συνήσουσιν
πάντες
ἄνομοι
,
καὶ
οἱ
νοήμονες
συνήσουσιν
.
Verse: 11
καὶ
ἀπὸ
καιροῦ
παραλλάξεως
τοῦ
ἐνδελεχισμοῦ
καὶ
τοῦ
δοϑῆναι
βδέλυγμα
ἐρημώσεως
ἡμέραι
χίλιαι
διακόσιαι
ἐνενήκοντα
.
Verse: 12
μακάριος
ὁ
ὑπομένων
καὶ
ϕϑάσας
εἰς
ἡμέρας
χιλίας
τριακοσίας
τριάκοντα
πέντε
.
Verse: 13
καὶ
σὺ
δεῦρο
καὶ
ἀναπαύου
·
ἔτι
γὰρ
ἡμέραι
εἰς
ἀναπλήρωσιν
συντελείας
,
καὶ
ἀναστήσῃ
εἰς
τὸν
κλῆρόν
σου
εἰς
συντέλειαν
ἡμερῶν
. //
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.