TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1188
Previous part

Chapter: 10 
Verse: 1    ᾽Εν ἔτει τρίτῳ Κύρου βασιλέως Περσῶν λόγος ἀπεκαλύϕϑη τῷ Δανιηλ, οὗ τὸ ὄνομα ἐπεκλήϑη Βαλτασαρ, καὶ ἀληϑινὸς λόγος, καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόϑη αὐτῷ ἐν τῇ ὀπτασίᾳ.
Verse: 2    
ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιηλ ἤμην πενϑῶν τρεῖς ἑβδομάδας ἡμερῶν·
Verse: 3    
ἄρτον ἐπιϑυμιῶν οὐκ ἔϕαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλϑεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν.
Verse: 4    
ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, καὶ ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστιν Εδδεκελ,
Verse: 5    
καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ εἷς ἐνδεδυμένος βαδδιν, καὶ ὀσϕὺς αὐτοῦ περιεζωσμένη ἐν χρυσίῳ Ωϕαζ,
Verse: 6    
καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ ϑαρσις, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀϕϑαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ϕωνὴ τῶν λόγων αὐτοῦ ὡς ϕωνὴ ὄχλου.
Verse: 7    
καὶ εἶδον ἐγὼ Δανιηλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ' ἐμοῦ οὐκ εἶδον τὴν ὀπτασίαν, ἀλλ' ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ' αὐτούς, καὶ ἔϕυγον ἐν ϕόβῳ·
Verse: 8    
καὶ ἐγὼ ὑπελείϕϑην μόνος καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείϕϑη ἐν ἐμοὶ ἰσχύς, καὶ δόξα μου μετεστράϕη εἰς διαϕϑοράν, καὶ οὐκ ἐκράτησα ἰσχύος.
Verse: 9    
καὶ ἤκουσα τὴν ϕωνὴν τῶν λόγων αὐτοῦ καὶ ἐν τῷ ἀκοῦσαί με αὐτοῦ ἤμην κατανενυγμένος, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν.
Verse: 10    
καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου καὶ ἤγειρέν με ἐπὶ τὰ γόνατά μου.
Verse: 11    
καὶ εἶπεν πρός με Δανιηλ ἀνὴρ ἐπιϑυμιῶν, σύνες ἐν τοῖς λόγοις, οἷς ἐγὼ λαλῶ πρὸς σέ, καὶ στῆϑι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρός με τὸν λόγον τοῦτον ἀνέστην ἔντρομος.
Verse: 12    
καὶ εἶπεν πρός με Μὴ ϕοβοῦ, Δανιηλ· ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι καὶ κακωϑῆναι ἐναντίον τοῦ ϑεοῦ σου, ἠκούσϑησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλϑον ἐν τοῖς λόγοις σου.
Verse: 13    
καὶ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν, καὶ ἰδοὺ Μιχαηλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλϑεν βοηϑῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλείας Περσῶν
Verse: 14    
καὶ ἦλϑον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἔτι ὅρασις εἰς ἡμέρας.
Verse: 15    
καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ κατὰ τοὺς λόγους τούτους ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ κατενύγην.
Verse: 16    
καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνϑρώπου ἥψατο τῶν χειλέων μου· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον ἐμοῦ Κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράϕη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν·
Verse: 17    
καὶ πῶς δυνήσεται παῖς σου, κύριε, λαλῆσαι μετὰ τοῦ κυρίου μου τούτου; καὶ ἐγὼ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνοὴ οὐχ ὑπελείϕϑη ἐν ἐμοί.
Verse: 18    
καὶ προσέϑετο καὶ ἥψατό μου ὡς ὅρασις ἀνϑρώπου καὶ ἐνίσχυσέν με
Verse: 19    
καὶ εἶπέν μοι Μὴ ϕοβοῦ, ἀνὴρ ἐπιϑυμιῶν, εἰρήνη σοι· ἀνδρίζου καὶ ἴσχυε. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ ἴσχυσα καὶ εἶπα Λαλείτω κύριός μου, ὅτι ἐνίσχυσάς με.
Verse: 20    
καὶ εἶπεν Εἰ οἶδας ἵνα τί ἦλϑον πρὸς σέ; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ ἄρχοντος Περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ἄρχων τῶν ῾Ελλήνων ἤρχετο.
Verse: 21    
ἀλλ' ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραϕῇ ἀληϑείας, καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων ἀλλ' Μιχαηλ ἄρχων ὑμῶν·

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.