TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1187
Previous part

Chapter: 9 
Verse: 1    ᾽Εν τῷ πρώτῳ ἔτει Δαρείου τοῦ υἱοῦ Ασουηρου ἀπὸ τοῦ σπέρματος τῶν Μήδων, ὃς ἐβασίλευσεν ἐπὶ βασιλείαν Χαλδαίων,
Verse: 2    
ἐν ἔτει ἑνὶ τῆς βασιλείας αὐτοῦ ἐγὼ Δανιηλ συνῆκα ἐν ταῖς βύβλοις τὸν ἀριϑμὸν τῶν ἐτῶν, ὃς ἐγενήϑη λόγος κυρίου πρὸς Ιερεμιαν τὸν προϕήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ιερουσαλημ, ἑβδομήκοντα ἔτη.
Verse: 3    
καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς κύριον τὸν ϑεὸν τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δεήσεις ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ.
Verse: 4    
καὶ προσηυξάμην πρὸς κύριον τὸν ϑεόν μου καὶ ἐξωμολογησάμην καὶ εἶπα Κύριε ϑεὸς μέγας καὶ ϑαυμαστὸς ϕυλάσσων τὴν διαϑήκην σου καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσίν σε καὶ τοῖς ϕυλάσσουσιν τὰς ἐντολάς σου,
Verse: 5    
ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν καὶ ἀπέστημεν καὶ ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου καὶ ἀπὸ τῶν κριμάτων σου
Verse: 6    
καὶ οὐκ εἰσηκούσαμεν τῶν δούλων σου τῶν προϕητῶν, οἳ ἐλάλουν ἐν τῷ ὀνόματί σου πρὸς τοὺς βασιλεῖς ἡμῶν καὶ ἄρχοντας ἡμῶν καὶ πατέρας ἡμῶν καὶ πρὸς πάντα τὸν λαὸν τῆς γῆς.
Verse: 7    
σοί, κύριε, δικαιοσύνη, καὶ ἡμῖν αἰσχύνη τοῦ προσώπου ὡς ἡμέρα αὕτη, ἀνδρὶ Ιουδα καὶ τοῖς ἐνοικοῦσιν ἐν Ιερουσαλημ καὶ παντὶ Ισραηλ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἐν πάσῃ τῇ γῇ, οὗ διέσπειρας αὐτοὺς ἐκεῖ ἐν ἀϑεσίᾳ αὐτῶν, ἠϑέτησαν ἐν σοί.
Verse: 8    
κύριε, ἡμῖν αἰσχύνη τοῦ προσώπου καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν, οἵτινες ἡμάρτομέν σοι.
Verse: 9    
τῷ κυρίῳ ϑεῷ ἡμῶν οἱ οἰκτιρμοὶ καὶ οἱ ἱλασμοί, ὅτι ἀπέστημεν
Verse: 10    
καὶ οὐκ εἰσηκούσαμεν τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ ἡμῶν πορεύεσϑαι ἐν τοῖς νόμοις αὐτοῦ, οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν ἐν χερσὶν τῶν δούλων αὐτοῦ τῶν προϕητῶν.
Verse: 11    
καὶ πᾶς Ισραηλ παρέβησαν τὸν νόμον σου καὶ ἐξέκλιναν τοῦ μὴ ἀκοῦσαι τῆς ϕωνῆς σου, καὶ ἐπῆλϑεν ἐϕ' ἡμᾶς κατάρα καὶ ὅρκος γεγραμμένος ἐν νόμῳ Μωυσέως δούλου τοῦ ϑεοῦ, ὅτι ἡμάρτομεν αὐτῷ.
Verse: 12    
καὶ ἔστησεν τοὺς λόγους αὐτοῦ, οὓς ἐλάλησεν ἐϕ' ἡμᾶς καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν, οἳ ἔκρινον ἡμᾶς, ἐπαγαγεῖν ἐϕ' ἡμᾶς κακὰ μεγάλα, οἷα οὐ γέγονεν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ κατὰ τὰ γενόμενα ἐν Ιερουσαλημ.
Verse: 13    
καϑὼς γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, πάντα τὰ κακὰ ταῦτα ἦλϑεν ἐϕ' ἡμᾶς, καὶ οὐκ ἐδεήϑημεν τοῦ προσώπου κυρίου τοῦ ϑεοῦ ἡμῶν ἀποστρέψαι ἀπὸ τῶν ἀδικιῶν ἡμῶν καὶ τοῦ συνιέναι ἐν πάσῃ ἀληϑείᾳ σου.
Verse: 14    
καὶ ἐγρηγόρησεν κύριος καὶ ἐπήγαγεν αὐτὰ ἐϕ' ἡμᾶς, ὅτι δίκαιος κύριος ϑεὸς ἡμῶν ἐπὶ πᾶσαν τὴν ποίησιν αὐτοῦ, ἣν ἐποίησεν, καὶ οὐκ εἰσηκούσαμεν τῆς ϕωνῆς αὐτοῦ.
Verse: 15    
καὶ νῦν, κύριε ϑεὸς ἡμῶν, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡμέρα αὕτη, ἡμάρτομεν, ἠνομήσαμεν.
Verse: 16    
κύριε, ἐν πάσῃ ἐλεημοσύνῃ σου ἀποστραϕήτω δὴ ϑυμός σου καὶ ὀργή σου ἀπὸ τῆς πόλεώς σου Ιερουσαλημ ὄρους ἁγίου σου, ὅτι ἡμάρτομεν, καὶ ἐν ταῖς ἀδικίαις ἡμῶν καὶ τῶν πατέρων ἡμῶν Ιερουσαλημ καὶ λαός σου εἰς ὀνειδισμὸν ἐγένετο ἐν πᾶσιν τοῖς περικύκλῳ ἡμῶν.
Verse: 17    
καὶ νῦν εἰσάκουσον, κύριε ϑεὸς ἡμῶν, τῆς προσευχῆς τοῦ δούλου σου καὶ τῶν δεήσεων αὐτοῦ καὶ ἐπίϕανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον ἕνεκέν σου, κύριε.
Verse: 18    
κλῖνον, ϑεός μου, τὸ οὖς σου καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀϕϑαλμούς σου καὶ ἰδὲ τὸν ἀϕανισμὸν ἡμῶν καὶ τῆς πόλεώς σου, ἐϕ' ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ' αὐτῆς· ὅτι οὐκ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ἡμεῖς ῥιπτοῦμεν τὸν οἰκτιρμὸν ἡμῶν ἐνώπιόν σου, ἀλλ' ἐπὶ τοὺς οἰκτιρμούς σου τοὺς πολλούς.
Verse: 19    
κύριε, εἰσάκουσον· κύριε, ἱλάσϑητι· κύριε, πρόσχες καὶ ποίησον· μὴ χρονίσῃς ἕνεκέν σου, ϑεός μου, ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου.
Verse: 20    
καὶ ἔτι ἐμοῦ λαλοῦντος καὶ προσευχομένου καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ισραηλ καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἐναντίον κυρίου τοῦ ϑεοῦ μου περὶ τοῦ ὄρους τοῦ ἁγίου τοῦ ϑεοῦ μου
Verse: 21    
καὶ ἔτι ἐμοῦ λαλοῦντος ἐν τῇ προσευχῇ καὶ ἰδοὺ ἀνὴρ Γαβριηλ, ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετόμενος καὶ ἥψατό μου ὡσεὶ ὥραν ϑυσίας ἑσπερινῆς.
Verse: 22    
καὶ συνέτισέν με καὶ ἐλάλησεν μετ' ἐμοῦ καὶ εἶπεν Δανιηλ, νῦν ἐξῆλϑον συμβιβάσαι σε σύνεσιν.
Verse: 23    
ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλϑεν λόγος, καὶ ἐγὼ ἦλϑον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιϑυμιῶν σὺ εἶ· καὶ ἐννοήϑητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ.
Verse: 24    
ἑβδομήκοντα ἑβδομάδες συνετμήϑησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου τοῦ συντελεσϑῆναι ἁμαρτίαν καὶ τοῦ σϕραγίσαι ἁμαρτίας καὶ ἀπαλεῖψαι τὰς ἀνομίας καὶ τοῦ ἐξιλάσασϑαι ἀδικίας καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σϕραγίσαι ὅρασιν καὶ προϕήτην καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.
Verse: 25    
καὶ γνώσῃ καὶ συνήσεις· ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριϑῆναι καὶ τοῦ οἰκοδομῆσαι Ιερουσαλημ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηϑήσεται πλατεῖα καὶ τεῖχος, καὶ ἐκκενωϑήσονται οἱ καιροί.
Verse: 26    
καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολεϑρευϑήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαϕϑερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου τάξει ἀϕανισμοῖς.
Verse: 27    
καὶ δυναμώσει διαϑήκην πολλοῖς, ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρϑήσεταί μου ϑυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοϑήσεται ἐπὶ τὴν ἐρήμωσιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.